Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 18r

Manuscript msA, page 18r

image

prev: 17v next: 18v

Iliad text

1.302 εἰ δ’ άγε μὴν πείρησαι . ἵ̈να γνώωσι καὶ οἷδεimage1, 2, 3

1.303 αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περι δουρί·image1, 2, 3

1.304 ὡς τώ γ’ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσινimage1

1.305 ἀνστήτην· λῦσαν δ’ ἀγορὴν παρα νηυσὶν . Ἀχαιῶν ·image1

1.306 Πηλείδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσᾱςimage1

1.307 ἤϊε . σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·image1, 2

1.308 Ἀτρείδης δ’ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν·image1

1.309 ἐν δ’ ἐρέτας ἔκρινεν ἐείκοσιν . ἐς δ’ ἑκατόμβηνimage1, 2, 3

1.310 βῆσε θεῷ . ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρηονimage

1.311 εἷσεν ἄγων . ἐν δ’ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς ·image1

1.312 οἱ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα·image1, 2

1.313 λαοὺς δ’ Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν·image

1.314 οἱ δ’ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ’ ἔβαλλον :image1, 2, 3

1.315 ἔρδον δ`’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβαςimage1

1.316 ταύρων ἢδ’ αἰγῶν παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο·image1

1.317 κνίση δ`’ οὐρανὸν ἷ̈κεν ἐλισσομένη περι καπνῷ .image1, 2, 3

1.318 ὡς οἱ μὲν τὰ πένοντο κατα στρὰτον· οὐδ’ Ἀγαμέμνων image

1.319 λῆγ’ ἔριδος , τὴν πρῶτον ἐπηπείλης’ Ἀχιλῆϊ .image

1.320 ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπεimage1

1.321 τώ οἱ έσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·image1, 2

1.322 ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος ·image1

1.323 χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρηον .image1, 2

1.324 εἰ δέ κε μὴ δωίηισιν . ἐγὼ δέ κεν αὐτὸς ἕλωμαιimage1

1.325 ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται·image1, 2

1.326 ὡς εἰπὼν προΐει· κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·image1

Scholia text

msA, 1.863, commenting on 1.305 ἀνστήτην· λύσαν δ’ αγορὴν παρα νηυσὶν , δύναταί τις διαστέλλειν βραχὺ ἐπι τὸ νηυσὶν ἵν’ ᾖ τὸ ἑξῆς αγορὴν Ἀχαιῶν ⁑image

msA, 1.864, commenting on 1.307 ἥϊε συν τε Μενοιτιάδῃ ὅτι εἰπὼν τὸ πατρωνυμικὸν παρέλιπεν τὸ κύριον ⁑image

msA, 1.865, commenting on 1.312 ὑγρὰ κέλευθα παρα τὸ ἐλεύθω , ἔστι δὲ ὡς τὸ δίφρα λύχνα · μεταβολὴ γένους ἀντι γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν· γίνεται γὰρ μεταβολὴ γένους· ἀντι γαρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν· γίνεται γὰρ μεταβολῆ γένους εἰς έτερον γένος ὡς ἀπο τοῦ τράχη τὸ τράχηλον ἔνθα πληθυντικὸν παρα Καλλιμάχῳ τὰ τράχηλα γυμνάζειν . καὶ λύχνος λύχνα δίφρος δίφρα καὶ ἀπο τοῦ ἐρετμὸς τὸ ερετμόν Τάρταρος ἀρσενικῶς καὶ κατα μεταβολὴν ἡ Τάρταρος παρα Πινδάρῳ ὥς τ’ ἐν αἰνᾷ Ταρτάρῳ καὶ οὐδέτερον τὸ Τάρταρον Ἡσίοδος Τάρταρά τ’ ηερόεντα , τοιοῦτόν ἐστι καὶ τὸ ὑγρὰ κέλευθα ⁑image

msA, 1.866, commenting on 1.314 καὶ εἰς ἄλλα λύματ’ ἔβαλλον τὰ περιττώματα εἰς τὴν ἀπεριττον θάλασσαν βάλλουσι· καὶ Εὐριπ θάλασσα βλύζει πάντ’ ανων κακα ⁑image

msA, 1.867, commenting on 1.317 κνίση δ’ ουρανὸν ἷκεν δοκεῖ ἡ λέξις τέσσαρα σημαίνειν , ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ , αὐτό τε τὸ λίπος καὶ τὸν ἐπίπλουν , καὶ τὸ κρέας καὶ τὴν ἀναθυμήασιν· ἔστι δὲ παρα τὸ κνίσω , ὑπ όψιν δὲ ἥγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς· ἀπο οὖν τοῦ κνίσω μέλλοντος γέγονε πλεῖστα γὰρ ὀνόματα ἀπο μελλόντων γέγονεν οἷον ἅψω ἀψίς λέξω λέξις , δόξω δόξα ἄξω ἄξα καὶ ἄμαξα · οὕτως οὖν καὶ κνίσω κνίσα · εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον οὐκ ἔστι , φαμὲν ὅτι κνίζω ἐστι καὶ ἔχει τὸ ϊ · τὰ γὰρ δια τοῦ ἴζω τὸ ϊ μόνον ἔχουσι , τὸ δε κνισμός ὁμοίως ἐκ τοῦ κνίσζω κνισμός ὡς λογίσω λογισμός · τὸ κνίσα καὶ τὸ ϊ καὶ τὸ α βραχύ καὶ τὸ μὲν ϊ επειδὴ τὰ δια τοῦ ΐζω τὸ ϊ βραχὺ ἔχει· τὸ δὲ α επειδὴ τὰ εἰς α θηλυκὰ ἀπο μελλόντων ἠ ἐνεστώτων γινόμενα βραχὺ ἔχει τὸ α δόξω δόξα ἄξω ἄξα καὶ ἅμαξ μῶ μῶσα καὶ μοῦσα ἐκτέτανται δὲ ποιητικῶς τὰ δύο κνίση δ’ οὐρανὸν ἷκεν ⁑image

msA, 1.868, commenting on 1.320 ἀλλ’ ό γε Ταλλθύβιον τε καὶ Εὐρυβάτην ὅτι καὶ έτερος Εὐρυβάτης Ὀδυσσεως κῆρυξ ἡ δὲ ἀναφορὰ πρὸς τὰ Πυλαιμενῆα ⁑image

msA, 1.869, commenting on 1.321 οτρηρῶ θεραπ · πὰρὰ τὸ ὄρω τὸ ὁρμῶ θεράποντες δὲ οἱ τοὺς κρείσσονας δι’ ωφελειαν θεραπεύοντες ὡς Ἐτεωνεὺς Μηριόνης ὁμωνυμως δὲ καὶ οἱ δοῦλοι θεράποντες καλοῦνται ⁑image

msA, 1.870, commenting on 1.322 ἔρχεσθον κλισίην στικτέον κατα τὸ τέλος τοῦ στιχου αὐτοτελὴς γὰρ ὁ λόγος καὶ ὁ ἑξῆς ὁμοίως· τὸ δε αγέμεν ἀντι προστακτικοῦ τοῦ ἄγε ⁑image

msA, 1.871, commenting on 1.323 χειρὸς ἑλόντ’ ὅτι χειρὸς ἑλόντε ἄγειν Ἀριστόνικος ἵνα τὸ δυϊκὸν εὔδηλον ᾖ ἀμφίβολον γὰρ έσται ἐὰν κατα συναλιφὴν ἀναγινώσκομεν ⁑image

msA, 1.872, commenting on 1.324-1.325 εἰ δέ κε μὴ δώῃσιν προς τὸ σχῆμα ὅτι· ἀντὶ τοῦ ἑλοίμην . ὑποστικτέον δὲ εἰς τὸ δώησι · στικτέον δε ἐπι τὸ πλεόνεσσι · ἵνα ὁ δέ περιττεύῃ ⁑image

msA, 1.873, commenting on 1.324 δώῃσιν ἀπο τοῦ δώω ἐπεὶ δύο δεῖ λαμβάνειν τὰς ἐπεκτάσεις ἐάν ἐστιν ἀπο τοῦ δω τό τε η καὶ τὴν σι συλλαβήν ⁑image

msAil, 1.879, commenting on 1.302 εἰγε μὴν βούλειimage

msAil, 1.881, commenting on 1.303 μελανimage

msAil, 1.882, commenting on 1.303 περιρρυήσεταιimage

msAil, 1.883, commenting on 1.306 επι τας σκηναςimage

msAil, 1.886, commenting on 1.309 κωπηλάταςimage

msAil, 1.887, commenting on 1.309 κατηρίθμησενimage

msAil, 1.888, commenting on 1.311 εκάθισενimage

msAil, 1.889, commenting on 311 λ τῶ πριimage

msAil, 1.890, commenting on 1.312 τὴν διὰ θαλα ὁδον :image

msAil, 1.891, commenting on 1.314 ἀπεκαθαίροντο :image

msAil, 1.892, commenting on 1.315 ἔθυονimage

msAil, 1.893, commenting on 1.316 τῆς ἀκαταπονητου τῆς πολλῆς ἠ τῆς ακαρπου :image

msAil, 1.894, commenting on 1.317 παρεγένετοimage

msAil, 1.895, commenting on 1.317 ταῦτα ἔπραττονimage

msAil, 1.897, commenting on 1.323 άγεινimage

msAil, 1.898, commenting on 1.325 ὅπερ αὐτῶ χαλεπον γενήσεται :image

msAil, 1.899, commenting on 1.326 προ ἔπεμπεimage

msAim, 1.874, commenting on 1.304 καὶ τοῦτο ὁμοίως τῶ προκειμένω δια τοῦ η αξιοῖ Αρίσταρχος ⁑image

msAim, 1.875, commenting on 1.309 δια τοῦ ν Αρισταρχος εν δ’ ερέτας :image

msAim, 1.876, commenting on 1.325 δύναται ὑπερβατον εῖναι· καὶ τοῦτο αυτῶ ρίγιον ἔσται ⁑image

msAint, 1.877, commenting on 1.302 τὸ πείρησαι προπαροξυτόνως προστακτικὸν γὰρ ὡς τὸ σὺ δὲ φράσαι ⁑image

msAint, 1.878, commenting on 1.314 φύσει γὰρ τὸ ύδωρ τῆς θαλα καθαρτικον ⁑image