Manuscript msA, page 18v
prev: 18r | next: 19r |
1.327 τωδ`’ ἀέκοντε βάτην παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο·1
1.328 Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην·1
1.329 τὸν δ`’ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
1.330 ἥμενον· οὐδ’ άρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς .1, 2
1.331 τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα1, 2
1.332 στήτην . οὐδ΄ έτι μιν προσεφώνεον οὐδ’ ἐρέοντο·1, 2, 3, 4
1.333 αὐτὰρ ὃ , ἔγνω ᾗσιν ἐνι φρεσὶ φώνησέν τε·1
1.334 χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν·1
1.335 ἄσσον ΐτ’ , οὔ τί μοι ὕμμες ἐπαίτιοι· ἀλλ’ Ἀγαμέμνων 1, 2, 3
1.336 ὃ , σφῶϊν προΐει Βρισηΐδος εἵνεκα κούρης :1, 2
1.337 ἀλλ’ ἄγε διογενὲς Πατρόκλεις ἔξαγε κούρην .1, 2, 3
1.338 καί σφωϊν δὸς ἄγειν· τὼ δ’ αὐτὼ μάρτυροι ἔστων .1
1.339 πρός τε θεῶν μακάρων . πρός τε θνητῶν ἀνθρώπων .
1.340 καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ’ αὖτε1, 2, 3
1.341 χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι1, 2
1.342 τοῖς ἄλλοις . ἦ γὰρ ὅ γ’ ὀλοιῇσι φρεσὶ θύει·1, 2, 3, 4
1.343 οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω1
1.344 ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί ·
1.345 ὡς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ·1
1.346 ἐκ δ’ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρηον·
1.347 δῶκε δ’ ἄγειν· τὼ δ’ αὖτις ΐτην παρὰ νῆας Ἀχαιῶν ·1, 2
1.348 ἡδ`’ ἀέκουσ’ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
1.349 δακρύσας , ἑτάρων ἄφαρ ἕζετο , νόσφι λιασθείς·1, 2
1.350 θὶν’ ἐφ’ ἁλὸς πολιῆς , ὁρόων ἐπι οἴνοπα πόντον·1, 2, 3
1.351 πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·1, 2, 3
msA, 1.930, commenting on 1.334-1.335 χαίρετε κήρυκες· στικτέον κατα τὸ τέλος τοῦ στίχου καὶ βραχὺ διασταλτέον ἐπι τω ἐπαίτιοι · ὡς γὰρ ἀγγέλους σεμνύνων αὐτοὺς εἶπεν ⁑
msA, 1.931, commenting on 1.334 Διὸς ἄγγελ ἄσυλον γὰρ καὶ θεῖον τὸ γενος τῶν κηρύκων , Ἐρμῆς γὰρ μιγεῖς Πανδρόσω τῆ Κέκροπος θυγατρὶ ἔσχεν παῖδα ὀνοματι Κήρυκα ἀφ οῦ τὸ τῶν Κηρύκων γένος ὡς ἱστορεῖ Πτολεμαῖος · ἠ ὅτι τὰς εορτὰς αὐτοῦ ἀγγέλλουσιν , ἢ ὅτι ἀπο Ερμοῦ εἰσιν ὃς ἄγγελος Διὸς πεπαιδευμένως δέ οὐ γὰρ δὴ τὰς αἰτίας ἐφ ετέρους μετάγειν ὡς κυνα κατα τοῦ βεβλημενου λίθου ⁑
msA, 1.932, commenting on 1.335 οὔτι μοι ὕμμες οὕτως ψιλωτέον τὸ υ τοῦ ὕμμες ἡ γὰρ λέξις Αἰολική ἐπιμαρτυρεῖ καὶ ἡ συναλιφη , αἵ κ’ ὕμμιν ὑπέρσχη χεῖρα Κρονίων ⁑
msA, 1.933, commenting on 1.336 ὃ σφῶϊ δια τοῦ ενος ὃ σφῶϊ ὁμοίως τῷ καὶ θώρηχ’ ὁ γὰρ ἦν ἡ διπλῆ δὲ ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν ὃ σφῶϊν τοῦτο δὲ σημαίνει ὑμῶν ἠ ὑμῖν ὧν οὐδὲν ἁρμόζει τῷ λόγῳ τούτῳ ἀλλα τῷ ὑμᾶς ⁑
msA, 1.934, commenting on 1.337 Πατρόκλεις ἀντὶ τοῦ Πάτροκλε · ἐσχημάτισται γὰρ τὸ ὄνομα οὐ καποτῆς Πάτροκλος εὐθείας ἀλλ απο τῆς Πατροκλῆς ὡς Ἡρακλῆς ⁑
msA, 1.935, commenting on 1.340 καὶ προς τοῦ βασιλῆος Σέλευκος ἐν τῇ πολυστίχω· γράφει ἀναιδέος εὐεπίφορον γὰρ εἶναι τὸν Ἀχιλλέα εἰς τὸ ἀναιδῆ καλεῖν τὸν Ἀγαμέμνονα αἰὲν ἀναιδειην ἐπιειμένε κερδαλεόφρον , ἀπεινῆ δὲ καλεῖ τὸν Ἀγαμέμνονα δια τὰ εἰς αυτὸν πεπραγμένα διασταλτέον δὲ μετα τὸ ἀπηνέος ⁑
msA, 1.936, commenting on 1.340 ἡ διπλῆ δὲ ὅτι τὸ ἄρθρον μετακειται ἔδει δὲ καὶ παρα τοῦ βασιλῆος καὶ ἄνω κατα τὸ οὔνεκα τὸν Χρύσην ητίμασεν ⁑
msA, 1.937, commenting on 1.343-1.344 οὐδέ τι οῖδε νοῆσαι διασταλτέον ἐπι τὸ οπίσσω ἴσως δὲ καὶ επι τὸ νοῆσαι ἵν ᾖ ὅππως οἱ παρα νηυσὶ σόοι μαχέοιντο ἅμα πρόσσω καὶ ὁπίσσω καὶ νῦν καὶ ὕστερον η καὶ ετέρως , ἐκ τῶν ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα , ἠ ἐν αμφιβολία κἂν τῇ Γ ἐστιν οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσῳ ⁑
msA, 1.938, commenting on 1.349 δακρύσας ἑτάρων βραχὺ διασταλτέον ἐπι τὸ δακρύσας μᾶλλον γὰρ σαφηνίζει τα πράγματα ⁑
msAil, 1.945, commenting on 1.328 παρεγενοντ
msAil, 1.946, commenting on 1.330 καθεζόμε
msAil, 1.947, commenting on 1.331 φοβηθέντες
msAil, 1.948, commenting on 1.331 αιδεσθέντες
msAil, 1.949, commenting on 1.332 ουδέ τι αὐτῶν
msAil, 1.950, commenting on 1.332 προσἐφθέγγοντο ουδὲ ἀῆρώτων
msAil, 1.951, commenting on 1.333 ταῖς ἰδίαις
msAil, 1.952, commenting on 1.335 εγγυς
msAil, 1.953, commenting on 1.335 παραγίνεσθ
msAil, 1.954, commenting on 1.336 προπέμπει
msAil, 1.955, commenting on 1.337 Πατροκλε
msAil, 1.956, commenting on 1.337 ἔξω τῆς σκηνῆς
msAil, 1.957, commenting on 1.338 αυτοῖς
msAil, 1.958, commenting on 1.340 χαλεποῦ σκληροῦ
msAil, 1.959, commenting on 1.341 αἰκιστικὸν χαλεπόν
msAil, 1.960, commenting on 1.342 ὄντος γὰρ
msAil, 1.964, commenting on 1.345 ἐπίσθη
msAil, 1.965, commenting on 1.347 ουτοι δὲ πάλιν
msAil, 1.966, commenting on 1.347 παρεγένοντο :
msAil, 1.967, commenting on 1.349 χωρισθεις
msAil, 1.968, commenting on 1.350 δια τὸν αφρόν
msAil, 1.970, commenting on 1.351 ηὔξατο :
msAil, 1.971, commenting on 1.351 ἐκτεινας
msAim, 1.939, commenting on 1.332 δια τοῦ ϊ οὐδέ τι· οὐ δια τοῦ ε καὶ ἡ Κύπριος ⁑
msAim, 1.940, commenting on 1.341 ὡς Κλειώ καὶ γὰρ χρειοῖ ἀναγ ὡς Κλειοῖ ⁑
msAim, 1.941, commenting on 1.351 ὅτι Ζηνοδ γράφει χεῖρας ἀναπτας ⁑
msAint, 1.942, commenting on 1.342 ολοῇσι πλονασμῷ τοῦ ϊ