Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 190r

Manuscript msA, page 190r

image

prev: 189v next: 190v

Iliad text

14.480 οὔ θην , οἴοισίν γε πόνος τ’ ἔσεται καὶ ὀϊζὺςimage

14.481 ἡμῖν . ἀλλά ποθ’ ὧδε κατακτανέεσθαι καὶ ὔμμες·image

14.482 φράζεσθ’ . ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδειimage

14.483 ἔγχει ἐμῷ· ἵνα μή τι κασιγνήτοιό γε ποινὴimage1, 2

14.484 δηρὸν ἄτιτος ἔῃ . τῶ καί κέ τις εὔχεται ἀνὴρimage

14.485 γνωτὸν ἐνι μεγάροις ἄρεως ἀλκτῆρα λιπέσθαι·image1

14.486 ὡς ἔφατ’ . Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο·image

14.487 Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρῑνεν .image

14.488 ὡρμήθη δ’ Ἀκάμαντος . ὁ δ`’ οὐχ ὑπέμεινεν ἐρωὴνimage

14.489 Πηνελέοιο ἄνακτος . ὁ δ’ ούτασεν Ϊλιονῆα·image

14.490 υἱὸν Φόρβαντος πολυμήλου . τόν ῥα μάλισταimage

14.491 Ἑρμείας Τρώων ἐφίλει . καὶ κτῆσιν ὄπασσε·image1

14.492 τῷ δ’ ὰρ ὑπο μήτηρ μοῦνον τέκεν Ἰ̈λιονῆα·image

14.493 τὸν τόθ’ ὑπ’ ὀφρύος οῦτα . κατ’ ὀφθαλμοῖο θέμεθλα·image

14.494 ἐκ δ’ ῶσε γλήνην . δόρυ δ’ ὀφθαλμοῖο διαπρὸimage

14.495 καὶ διὰ , ϊνίου ἦλθεν . ὁ δ’ ἕζετο χεῖρε πετάσσαςimage

14.496 ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ .image

14.497 αὐχένα μέσσον ἔλασσεν , ἀπήραξεν δὲ χαμᾶζεimage

14.498 αὐτῇ σὺν πήληκι κάρη· ἔτι δ’ όβριμον ἔγχοςimage

14.499 ῆεν ἐν ὀφθαλμῷ· ὁ δὲ φῆ κώδειαν ἀνασχὼν ,image1, 2

14.500 πέφραδέ τε Τρώεσσι . καὶ εὐχόμενος . ἔπος ηῦδᾱ ·image1, 2

14.501 εἰπέμεναί μοι Τρῶες . ἀγαυοῦ Ἰ̈λιονῆοςimage1

14.502 πατρὶ φίλῳ καὶ μρι . γοήμεναι ἐν μεγάροισιν·image

14.503 οὐδὲ γὰρ ἡ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο .image

14.504 ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται . ὁππότε κεν δὴimage

Scholia text

msA, 14.F4, commenting on 14.485 ** γνωτὸν ἐνι μεγάροις . ** ὅτι ἀντιπέφρακε τὸν γνωτὸν τῷ κασιγνήτῳ σαφῶς ἔστι γὰρ ἀδελφός , Ζηνόδοτος δὲ ἐνι μεγάροισιν ἄρης . ὡς ἐκεῖ ἐμεῖο δὲ δῆσεν ἄρης ⁑ image

msA, 14.F5, commenting on 14.500 ** ὁ δὲ φῆ κώδειαν : ** ὁ μὲν Ζηνόδοτος καὶ τον δὲ καὶ τὸν φῆ ἐγκλίνει , ἵνα τὸ φῆ , ταυτὸν ὑπάρχει . τῷ ὡς καὶ τὸ μεταλαμβανόμενον τοιοῦτον ᾖ , ὁ δὲ ὡς κώδειαν . ἀνασχὼν πέφραδέ τε Τρώεσσιν ⋅ ὁ δε Ἀρίσταρχος ἐκδεξάμενος τὸ ἔφη ῥῆμα ὁμοίως τῷ ἔβη , δοκεῖ ἀθετεῖν τὸν δεύτερον στίχον ὅπερ οὐκ αναγκαῖον ποιητικὸν γὰρ ἔθος τῷ πολλάκις τὸ αὐτὸ ἐπαναλαμβάνεσθαι⋅ προς δὲ τὸν Ζηνόδοτον ὑγιῶς ἀποφαίνεται ἐκεῖνο ὅτι ὁ ποιητης οὐδέποτε οἶδε τὸ φῆ ἀντι τοῦ ως οἱ δὲ μεταυτὸν ὥσπερ Ἀντίμαχος καὶ οἱ περι Καλλίμαχον . image

msA, 14.F6, commenting on 14.499-14.500 ** ** κώδεια ἐστὶν ἡ κεφαλὴ τῆς μεικωνος⋅ φαντάζει δὲ ἡ ἐπ άκρου τοῦ δόρατος ἐμπεπαρμένη κεφαλὴ τὴν επι καυλῶ κώδειαν· στικτέον δὲ ἐπὶ τὸ ἀνασχών· ἐὰν γὰρ συνάπτωμεν ἐπὶ τὴν ἀπεκδοχὴν ἐνεχθησόμεθα καθ ἣν τὸ φ ἀντι τοῦ ως κεῖται ⁑ image

msA, 14.F7, commenting on 14.499 ** ὁ δὲ φῆ κώδειαν ** Ἀρίσταρχ τὸ φῆ ῥῆμα ἐκδέχεται· καὶ ἀθετεῖ τὸν ἑξῆς . δύναται δὲ καὶ δισσολογία εἶναι ὡς τὸ τοῖσι δὲ καὶ μέτειπε γέρων ἥρως ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ ἔπος τ’ έφατ’ ἔκ τ’ ὀνόμαζεν ἠ τὸ πέφραδὲ διεσήμαινεν ⁑ image

msA, 14.F8, commenting on 14.500 ** πέφραδέ τε Τρώεσσι , ** ὅτι αναγνῶντες τινὲς φη κώδειαν ὑφ ἓν ἵν’ ᾗ ὡς κώδειαν , προσεπέταξαν τὸν ἠθετημένον οὐδέποτε δὲ Ὅμρ τὸ φῆ ἀντι τοῦ ως τέταχεν ἴσως δὲ καὶ Ἀντίμαχος ἐντεῦθεν ἐπλανήθη φῆ γέρων οἷσιν εἰπών . δεῖ δὲ ἔξωθεν προσλαμβάνειν τὸ ως , καὶ ἀθετεῖν τὸν στίχον ταυτολογίαν γὰρ περιέχει ⁑ image

msAil, 14.F3, commenting on 14.483 ** ** εκ δικία image

msAil, 14.F4, commenting on 14.491 ** ** περιουσίαν image

msAil, 14.F5, commenting on 14.501 ** ** αντ τοῦ εἴπατε : image

msAim, 14.F7, commenting on 14.483 ** ** ἐν αλλῳ ἔγχει εμῶ μί τοι τι ⁑ image

msAint, 14.F1, commenting on 14.499 ** ** οτ έξωθεν ἀκουστέον τὸ ὡς ῑν’ ἡ ὡς κώδειαν ⁑ image