Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 190v

Manuscript msA, page 190v

image

prev: 190r next: 191r

Iliad text

14.505 ἐκ Τροίης συν νηυσὶ , νεώμεθα κοῦροι Ἀχαιῶν ·image

14.506 ὡς φάτο τοὺς δ’ ἄρα πάντας ὑπο τρόμος ἔλλαβε γυῖα .image1

14.507 πάπτηνεν δὲ ἕκαστος . ὅπῃ φύγοι αἰπὺν ὄλεθρον·image

14.508 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι .image

14.509 ὅς τις δὴ πρῶτος , βροτόεντ’ ἀνδράγρι’ . Ἀχαιῶνimage1, 2

14.510 ῄρατ’ . ἐπεί ῥ’ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος·image

14.511 Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οῦταimage

14.512 Γυρτιάδην , Μυσῶν ἡγήτορα καρτεροθύμων·image

14.513 Φάλκην δ’ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·image

14.514 Μηριόνης δὲ Μόρυν τε καὶ Ἱ̈πποτίωνα κατέκτα·image

14.515 Τεῦκρος δὲ Προθόωνά τ’ ἐνῄρατο καὶ Περιφήτην·image

14.516 Ἀτρείδης δ’ ὰρ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶνimage1

14.517 οὔτασε καλλα πάρην· δια δ’ έντερα χαλκὸς ἄφυσσεimage1

14.518 δῃώσας . ψυχὴ δὲ κατ’ ουταμένην ὠτειλὴνimage1

14.519 ἔσσυτ’ ἐπειγομένη· τὸν δὲ σκότος . ὄσσ’ ἐκάλυψε·image

14.520 πλείστους δ’ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·image

14.521 οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ῆενimage1

14.522 ἀνδρῶν τρεσσάντων . ὅτε τε Ζεὺς ἐν φόβον όρσῃ · ⁑image1

Scholia text

msA, 14.F9, commenting on 14.509 ** ὅς τις δὴ πρῶτον . ** ὅτι νῦν καὶ ἐν Οδυσσείᾳ · ἅπαξ εἴρηκεν ἀνδάγρια · τινὲς δὲ ἀθετοῦσι δια τὸ ξένον τῆς λέξεως καὶ μη κείμενον ἀλλαχοῦ· ἤτοι δὲ τὰ σκύλα τὰ ὑπο ανδρῶν ἀγρευόμενα , ἠ ἀντὶ ανδρῶν ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν , ἀλλ οὖν τὸν ἀναιρεθέντα σκυλεύουσιν : image

msA, 14.F10, commenting on 14.509 ** ἀνδάγρια· ** ὡς ἀντάξια καὶ γὰρ σύνηθες αὐτῷ τὸ τοιοῦτον εῖδος· καὶ γὰρ ζωάγρια εἶπεν καὶ βοάγρια , καὶ μοιχάγρια ⁑ image

msA, 14.F11, commenting on 14.516 ** Ἀτρείδης δ ὰρ ἔπειθ’ Ὑπερήνορα· ** ὅτι οὗτος ἴσως ἐστὶν Ὑπερήνωρ . οὗ μέμνηται κατα τὴν προς Εύφορβον συστασιν Μενέλαος · οὐδε μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπονηθ’ ὅτε μ’ . ἀλλὰ νῦν τούτων τῶν λόγων οὐ μέμνηται κατ επιδρομὴν ἔκ φέρων τοὺς ἀνῃρῃμένους ⁑ image

msA, 14.F12, commenting on 14.521 ** ‡ οὐ γάρ οἱ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ῆεν : ** τὸ μὲν ὁμοίως , ὡς ἀλλοῖος ἀναγνωστέον , τὸ γὰρ προπαροξύνειν μεταγενεστέρων ἐστιν Ἀττικῶν· τὸ δε ἐπισπέσθαι παροξυτονητέον ὁμοίως τῷ ἀποθέσθαι ἔστι γὰρ τὸ ἁπλοῦν σπέσθαι· προεἴρηται δὲ ἐπι τῶν τοιουτων ἀπαρεμφάτων ⁑ image

msA, 14.F13, commenting on 14.522 ** ἀνδρῶν τρεσσάντων· ** ὅτι οὐ λέγει τρεσσάντων δεισάντων ἀλλα φυγόντων τρέσσαι δ’ οὐκέτι ῥίμφα πόδες φέρον ⁑ image

msAil, 14.F6, commenting on 15.505 ** ** Ζηνοδ καὶ Ἀριστοφ ἐν νυσί image

msAim, 14.F8, commenting on 14.506 ** ** γράφεται τοὺς ἄρα πάντας ὑπὸ χλωρὸν ἀέος εῖλεν ⁑ image

msAim, 14.F9, commenting on 14.517 ** ** γράφεται οὔτα κατὰ λαπάρην ⁑ image

msAim, 14.F10, commenting on 14.518 ** ** ὅτι παρετυμολογεῖ τὴν ὠτειλὴν ἀπo τοῦ οὔτασε ⁑ image