Manuscript msA, page 191r
| prev: 190v | next: 191v |
15.1 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν1, 2, 3
15.2 φεύγοντες . πολλοὶ δὲ δάμεν Δαναῶν ὑπο χερσὶν .1, 2
15.3 οἱ μὲν δὴ παρ’ όχεσφιν ἐρητύοντο μένοντες
15.4 χλωροὶ ὑπαὶ δείους . πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς1
15.5 Ἴ̈δης ἐν κορυφῇσι . παρα χρυσοθρόνου Ἥρης ·
15.6 στῆ δ’ ὰρ ἀναΐξας· ἴ̈δε δὲ Τρῶας καὶ Ἀχαιοὺς .
15.7 τοὺς μὲν ὀρινομένους . τοὺς δὲ κλονέοντας ὄπισθεν·
15.8 Ἀργείους . μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·1, 2
15.9 Ἕκτορα δ’ ἐν πεδίῳ ἴ̈δε κείμενον ἀμφὶ δ’ ἑταῖροι
15.10 εἵαθ’ . ὁ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι . κῆρ , ἀπινύσσων·1, 2, 3
15.11 αἷμ’ εμέων . ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν ·1, 2
15.12 τὸν δὲ ἰ̈δὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
15.13 δεινὰ δ’ ὑπόδρα ἰ̈δὼν Ἥρην πρὸς μῦθον ἔειπεν·
15.14 ῆ μάλα δὴ κακότεχνος ἀμήχανε , σὸς δόλος . Ἥρη1, 2
15.15 Ἕκτορα δῖον ἔπαυσε μάχης . ἐφόβησε δὲ λαούς·1
15.16 οὐ μὰν οῖδ’· εἰ , αὖτε κακορραφίης ἀλεγεινῆς1
15.17 πρώτη ἐπαύρηαι . καί σε πληγῇσιν ϊμάσσω·1, 2
15.18 ἠ οὐ μέμνῃ . ὅτε τ’ ἐκρέμω ὑψόθεν . ἐκ δὲ ποδοῖϊν1, 2
15.19 ἄκμονας ῆκα δύω· περι χερσὶ δὲ δεσμὸν ΐηλα
15.20 χρύσεον . ἄρρηκτον , σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν
15.21 ἐκρέμω . ἠλάστεον δὲ θεοὶ κατα μακρὸν Ὄλυμπον ·1
15.22 λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδὸν . ὃν δὲ λάβοιμι1
15.23 ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ . ὄφρ’ ἂν ΐκηται1
15.24 γῆν ὀλιγηπελέων· ἐμὲ δ’ οὐδ’ ὡς θυμὸν ἀν ἵει1, 2
15.25 ἀζηχὴς . ὀδύνη Ἡρακλῆος θείοιο·
msA, 15.1, commenting on 15.1 ‡ αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν , ἡ ἀναφορὰ πρὸς τὸ πάπτηνεν δὲ ἕκαστος ὅπη φύγῃ αἰπῦν ὄλεθρον ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως , πολλοὶ δὲ . τοῦ το δια μέσου ἄλλοι γὰρ ἔδαμεν , ἄλλοι δὲ ἔφευγον ⁑
msA, 15.2, commenting on 15.1 διά τε σκολοπας . αντ τοῦ δια σκολόπων καὶ τάφρου , ὡς διά τ’ ἔντεα καὶ μέλαν αἷμα · τὸ ἑξῆς διέβησαν τούς τε σκόλοπας καὶ τὴν τάφρον ὑπερβατὸς γὰρ ὁ τρόπος ⁑
msA, 15.3, commenting on 15.1 ἔβησαν , ἡ διακοπῆ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐμφαίνει τῶν πολεμιων ⁑
msA, 15.4, commenting on 15.2 πολλοὶ δὲ δάμεν⁚ ὁμοίως τὸ πολλοὶ δ’ Ἀργείων , οἱ μὲν δάμεν , οἱ δ’ ἐλίποντο· καὶ τὸ φάνεν δέ οἱ εὑρέες ὤμοι ἀνεγνώσθη κατ ἀφαίρεσιν τοῦ άρχοντος χρόνου· ἔφαμεν δὲ τὰ τοιαῦτα ἁδιαφόρως εὑρεθῆναι παρα τῷ ποιητῇ ,
msA, 15.5, commenting on 15.2 φεύγοντες ὑποστικτέον φεύγοντες καὶ χερσὶ , ἡ γὰρ ἀνταπόδοσις ἐστιν αὐτῷ . οἱ μὲν δὴ παρ όχεσφιν ⁑
No relations found for urn:cts:greekLit:tlg5026.msA.dipl:15.6
msA, 15.7, commenting on 15.4 ὑπαι δείους· εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν τοί ου μιν θάρσεος πλησεν . ἐξ Ερέβευς αὔξοντα ἡμετέρου δ’ οὐκ έστι γενευς . ἦ ἐντελῶς , βέλεος δε σε τείρει ἀκωκῆ ἄστεος αἱὲν ὑπερ κατ αμαξητὸν ἀλλα νῦν ἡ κακοφωνίᾳ τῆς φωνῆς κρᾶσιν ἐποίησεν αὐτὸν χρήσασθαι καὶ ἐν τῷ ἡ ρα κατ σπείους ⁑
msA, 15.8, commenting on 15.8 ἀργείους μετα δέ σφι ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντησεν· ἑνεκα δὲ σαφηνείας ἐπανέλαβε τοὺς ἀργείους
msA, 15.9, commenting on 15.10 εἴαθ’ ὁ δ’ ἀργαλέω ὅτι κατα τὸ πληρες ἐκληπτέον κῆρ εῖτα ἀπινύσσων τὸ κέαρ ἀπινύτων . ἔνιοι δὲ τὸ εἴαθ’ ψιλῶς· ἔνθ’ ἄρα οἱ μῦλαι εἴατο ἀντι τοῦ ῆσαν· καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ εἴατο . ὁμοίως καὶ ἐπι τοῦ εὗρε δ’ ἐνι σπῆϊ γλαφυρῇ Θέτιν . ἀμφι δέ τ’ ἄλλαι εἴαθ’ ὁμηγερέες ἐκδέχεταί τὲ κλῆσιν τὴν ἀπο τοῦ εἰμί εἰς παθητικοῦ ὑπερσυντελικοῦ χρ καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον· ἔχει δὲ ἐπί τασιν , εἰ τοῦ ειμι τὰ παθητικὰ δύναται συστῆναι κατα σημαινόμενον , ἢ χρῆσιν Ἑλληνικήν · δι ὃ ἄμεινον δασύνειν . καὶ ἐκδέχεσθαι ἐνδιέτριβον . καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις κεῖσθαι μὲν τὸν Ἕκτορα περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑτέρους συγκάμνοντας αὐτὸς τὲ ὁ ποιητής ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς· πῆ μὲν κοινῶς εἰπὼν τοῖοι δ’ ἄρα Τρώων ἡγήτορες ῆν τῶν ἐπι πύργων πῆ δὲ Ϊωνικῶς οἱ δ’ έατ’ εἰν ἀγορῇ , πῇ δὲ ἐπενθέσει τοῦ ϊ πάλιν χρησαμενος Ϊωνικῶς εἴατο καὶ προύχοντες ὡς καὶ τὸ προκείμενον ⁑
msA, 15.11, commenting on 15.10 κῆρ ἀπινύσσων Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην ἵνα τοιοῦτόν τι σημαίνῃ τὸ κῆρ ἀσύνετος ὦν διδασκόμενος· καὶ ἐξ ἐκείνου τοῦ δοκέεις δέ μοι οὐκ ἀπινύσσειν · τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτ καὶ Ἀλεξίων καὶ σχεδὸν πάντες καὶ ἡμεῖς . εἰσὶ μέντοι , οἳ ἄλλους διέστειλαν οὓς ἐλέγχει ὁ Ηρωδιανός Ἀριστοφάνης κῆρ απινύσκων · διὰ τοῦ κ ὁ δὲ Ἀρίσταρχος καὶ ἐν οδ διὰ των δύο σσ . δοκέεις δέ μοι οὐκ ἀπινύσσειν ⁑
msA, 15.12, commenting on 15.11 αἵμ’ ἐμέων ἐπεὶ ού μιν· ὅτι τὸ ἐναντίον ὑπακουστέον ἀλλ’ ἰσχυρότατος οὐ γὰρ ἐκ πλήρουσ’ ἀποδέδωκεν ὡς επι τοῦ δὸς φίλος οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν έμεναι ἀλλ’ ὤριστος ⁑
msA, 15.13, commenting on 15.14 ῆ μάλα δὴ κακότεχνος ὅτι δύο σημαίνει ἡ λέξις , ἤτοι μη δυναμένη μηχανὴν ευρεῖν . ἣ προς ἣν ευρεῖν οὐκ έστι μηχανήσασθαι ὅπερ καὶ θέλει εἰπεῖν ⁑
msA, 15.14, commenting on 15.15 Ἕκτορα δῖον ὅτι ἀφ εαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα . οὐχ ὑποπτεῦον οὖν τὰ ἐν Ὀδυσσείᾳ . πῶς ἂν ἔπειτ’ Ὀδυσῆος εγὼ θείοιο λαθοίμην ⁑
msA, 15.15, commenting on 15.17 ἐπαύρηαι· προπαροξυτονητέον ομοίως τῷ εἰς ό κε τοὺς ἀφικηαι ἔστι γὰρ με β ἀόριστος . ταὐτὸν δὲ λέγομεν καὶ περὶ τοῦ οῦ δε κεν κακὸν οἶτον ὄλῃαι καὶ γὰρ τούτο μέσου δευτέρου ἀορίστου⁚
msA, 15.16, commenting on 15.18 ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμνω τοὺς τῆς Ἥρας δεσμοὺς νοητέον φυσικὴν τοῦ Ἄρεος πρὸς τὸν αιθερα συμπλοκήν . δια το ὅτι οὖν φὴσι χρύσεον ἄρρηκτον ἵν’ ᾖ δυσδιαχείριστον ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγες καὶ δυσδιάλυτον . ἄκμονας δὲ δύο τὰ βαρύτατα τῶν στοιχείων γῆν καὶ θάλασσαν . ἐζήτηται δὲ δια ποίον αἰτίαν οὕτως ἀσχήμως ὑβρίζει τὴν Ἡραν ὁ Ζεὺς δια θνητὸν Ἡρακλέα . φὴσι γὰρ ἢ οὐ μέμνη ὅτε τ’ εκρεμω · ῥητέον δὲ ὅτι φιλοσοφεῖ Ὅμηρος μυθικῶς γὰρ Ζεὺς ἐνταυθα ὁ αἰθήρ ουρου τοῦ περὶ τὸν ἀερα δεσμος ἐστὶ ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐξ αυτοῦ δεσμεύων τὰ παντα· μετ αυτὸν δε ἐστὶν . ἀὴρ μέσος γῆς καὶ ἀερος . ὅ δεῖ νοεῖν ἡμᾶς τὴν Ἡρὰν ὑπάρχεῖν τοῦ δ ἀέρος ἐκκρέμαται ὕδωρ τὲ καὶ γῆ οὗς δῆ νῦν ἄκμονας λέγει παρα τὸ ἀκοπίατα εῖναι τὰ στοιχεῖα· καλῶς οὖν οὐ δύναται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι· ἰσχὺς γὰρ τῶν όλων τὸ συνδεδέσθαι . ἡ διπλῆ δὲ ὅτι ἐκ δῦειν τόπων τούτου τὲ καὶ τοῦ κατα τὴν ῥαψῳδίαν ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πληροῦται μῦθος ⁑
msA, 15.17, commenting on 15.22 παρασταδον· τοῦτο τοῖς ἄρω συναπτέον ἵν ᾗ ὁ λόγος λῦσαι δ’ οὐκ εδύναντο παραστάντες· ὃν δὲ λάβοιμι δηλονότι παριστάμενον ἦ λύοντα ⁑
msAext, 15.1, commenting on 15.8 Ποσει
msAil, 15.1, commenting on 15.10@απινύσσων εξεστηκὼς τὴν ψυχὴν
msAil, 15.2, commenting on 15.14@ἀμήχανε κακομήχανε
msAil, 15.3, commenting on 15.16@κακορραφίης ο δολος σου δη
msAim, 15.1, commenting on 15.24 αρισταρχ θυμον αλλοι δὲ θυμός ἔστι δὲ ὁ τῆς Ἀρισταρχείας φράσεως χαρακτηρ· οἱ σ ωτειλ αἷμ’ ἀπολιχμήσονται·
msAint, 15.1, commenting on 15.11 πρὸς τὸ αἷμ’ ἀπέμασσεν τοῦτ’ ἄν τις σημειώσαιτο ⁑
msAint, 15.2, commenting on 15.17 ουτ δια τοῦ η ἐπαύρηαι
msAint, 15.3, commenting on 15.18 δια τοῦ η , εὶχον μέμνῃ εῖχον πᾶσαι⁚
msAint, 15.4, commenting on 15.21 ὅτι ὁ μακρὸς ὁ ολυμπ ὡς όρος⁚
msAint, 15.5, commenting on 15.23 ὅτι καὶ ταῖς αὐταῖς λέξεσι κέχρηται κατ ἀμφοτέρους τοὺς τόπους ⁑
msAint, 15.6, commenting on 15.24 εμε δ’ ουδ’ ὡς θυμὸν , συναπτέον ἕως τοῦ θείοιο ἐν σχήματ γὰρ εἴρητ ⁑