Manuscript msA, page 191v
| prev: 191r | next: 192r |
15.26 τὸν σὺ , ξὺν Βορέῃ ἀνέμῳ . πεπιθοῦσα θυέλλας·1
15.27 πέμψας ἐπ’ ἀτρύγετον πόντον κακὰ μητιόωσα·1, 2
15.28 καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας·
15.29 τὸν μὲν ἐγὼν . ἔνθεν ῥυσάμην . καὶ ἀνήγαγον αῦτις
15.30 Ἄργος ἐς ἱ̈ππόβοτον . καὶ πολλά περ ἀθλήσαντα·
15.31 τῶν σ’ αῦτις μνήσω . ἵ̈ν’ ἀπολλήξῃς ἀπατά̄ων·1
15.32 ὄφρα ἴ̈δῃς , ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνὴ
15.33 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο . καί μ’ ἀπάτησας·1
15.34 ὡς φάτο· ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη ·
15.35 καί μιν φωνήσασ’ . ἔπεα πτερόεντα προσηύδα·
15.36 ἴ̈στω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρυς ὕπερθε .1
15.37 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ . ὅς τε μέγιστος1
15.38 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι·
15.39 σή θ’ ϊερὴ κεφαλὴ· καὶ νωΐτερον λέχος αὐτῶν
15.40 κουρίδιον , τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ , ὀμόσαιμι .
15.41 μὴ δι’ εμὴν ἰ̈ότητα Ποσειδάων ἐνοσίχθων1, 2, 3
15.42 πημαίνει Τρῶάς τε καὶ Ἕκτορα , τοῖσι δ’ ἀρήγει ;
15.43 ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει·
15.44 τειρομένους δ’ ἐπὶ νηυσὶν ἰ̈δὼν ἐλέησεν Ἀχαιούς .1
15.45 αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην1, 2
15.46 τῇ ἴ̈μεν . ᾗ κεν , δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς·
15.47 ὣς φάτο· μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε .
15.48 καί μιν ἀμειβόμενος . ἔπεα πτερόεντα προσηύδᾱ·
15.49 εἰ μὲν δὴ σύ γ’ ἔπειτα βοῶπι πότνια Ἥρη1, 2, 3
15.50 ἶ̈σον ἐμοὶ φρονέουσα . μετ’ ἀθανάτοισι καθίζοις .1
msA, 15.18, commenting on 15.26 ‡ πεπιθοῦσα θυέλλας⁚ ὡς δραμοῦσα . ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος . ὥσπερ ἥδη . καὶ ἐπι τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν· ῥηϊδίως πεπιθεῖν ⁑
msA, 15.19, commenting on 15.27 ἀτρύγετον ἄβυσσον τρύγα μη έχοντα· ἠ ἄκαρπον παρὰ τὴν τρύγην ὡς Εὐριπίδης ἀκάρπιστα πεδία . λέγων τὴν θάλασσαν . καὶ οἱ μὲν τὸν Μυρτῷον οἱ δὲ τὸ Αἰγαῖον . οἱ δὲ ὑπερ τὴν εὔκρατον θάλασσαν τινὲς δὲ φασὶν ἐπὶ Πελλήνην κατα Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι ⁑
msA, 15.20, commenting on 15.37 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ . ἐπεὶ ἡ Στὺξ καὶ κατα τὸν Ἡσίοδον ἐστιν ἱερὰ πηγὴ θυγάτηρ Ὠκέανου . ἡ ὡς τινὲς φασὶν , ὅτι ὁμώνυμος ταύτη ἐστιν ἡ πηγὴ ἣν ἐν Ἄδου ὅρκον φρικτὸν ἀυτῶν οἱ θεοὶ πεποίηται βουλήσει Διὸς ⁑
msA, 15.21, commenting on 15.36 ἴ̈στω νῦν τόδε Γαῖα πᾶσαι διαστολαὶ εἰσὶ μέχρι τοῦ ὀμόσαιμι ἐνταῦθα γὰρ στικτέον ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου ⁑
msA, 15.22, commenting on 15.41 μὴ δι εμὴν ἰ̈ότητα⁚ ὅτι παρακέκρουσται τὸν ὄρκον · οὐ γὰρ δια τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ· αὕτη μέντοι συνεργεῖ καὶ κοιμήσασα τὸν Δία , καὶ ὅτι κα ἡ ἀπαγόρευσιν ἀπαγόρευσις ἡ μη ἀντι ἀρνήσεως τῆς ου ⁑
msA, 15.23, commenting on 15.41 μὴ δι εμὴν ἰ̈ότητα· ἀντι τοῦ οὐ δι’ ἐμὴν γνώμην Ποσειδὼν Ἕλλησι βοηθεῖ · ἴστω Γῆ καὶ Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὄρκοι · οὐ δι’ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ . πληρέστατος δ ἂν ᾖ ὁ λόγος εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι η ῶς · καὶ συνήπτετο ἂν τοῖς ἐπάνω ἵν’ ᾖ τοιαύτη ἡ φράσις ἴστω Γῆ καὶ Οὐρανὸς . ὅτι μὴ δι’ ἐμὴν γνώμην ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων ὡς κακεῖ . ἴστω νῦν Ζεὺς πρῶτα· ἡ μέν τοι τάδε πάντα τελείεται · τάχα οὖν , καὶ δια τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω , ἐπεὶ συνήθης ἐστὶ τῶν ὄρκων ἡ ἔλλειψις ⁑
msA, 15.24, commenting on 15.44 τειρομένους δ’ ἐπι νηυσί . ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ . οὕτως ἐφέρετο . κτεινομένους δ’ ἐπὶ νηυσὶν ἰδών . καὶ ἔστιν ἐμφατικώτερον τοῦ τειρομένους . ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγεται τὸν Δία . καὶ ὑπερ Ποσειδῶνος λεληθότως ἀπολογεῖται· οὕτως Ἡρακλέων ⁑
msAext, 15.2, commenting on 15.41 Ποσειδ
msAext, 15.2a, commenting on 15.45 >τ
msAext, 15.3, commenting on 15.49 βοῶπις
msAim, 15.2, commenting on 15.27 Ζηνοδ οὐδε όλως τὴν κόλασιν τῆς Ήρας γράφει⁚
msAim, 15.3, commenting on 15.31 δια τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου .
msAim, 15.4, commenting on 15.33 οὔτε παρα Ζηνόδοτον οὔτε παρ αριστοφ ἢν και μήποτε περιττος ἐστι ⁑
msAim, 15.5, commenting on 15.45 καὶ κείνω ἐκ πλήρους Ἀρισταρχος τὸ καὶ συνδ
msAim, 15.6, commenting on 15.49 Αριστοφ μετὰ τοῦ σ βοῶπις · καὶ ἔστιν εὐφραδέστερον⁚
msAim, 15.7, commenting on 15.50 ἐν τοῖς εἰκαιοτέροις ἀθανάτοισι θεοῖσι .
msAint, 15.7, commenting on 15.49 περιττεύει τὸ ἔπειτα ⁚