Manuscript msA, page 192r
| prev: 191v | next: 192v |
15.51 τῶ κε Ποσειδάων γε· καὶ εἰ μάλα βούλεται ἄλλῃ .1
15.52 αῖψα μεταστρέψειε . νόον μετα σὸν καὶ ἐμὸν κῆρ·1
15.53 ἂλλ’ εἰ δή ρ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις .1
15.54 ἔρχεο νῦν μετα φῦλα θεῶν . καὶ δεῦρο κάλεσσον1
15.55 Ϊ̂ρίν τ’ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον·
15.56 ὄφρ’ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων1
15.57 ἔλθῃ , καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι .1
15.58 παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ’ ἱ̈κέσθαι·
15.59 Ἕκτορα δ’ ὀτρύνῃσι μάχην ἒς Φοῖβος Ἀπόλλων ·
15.60 αῦτις δ’ ἐμπνεύσῃσι μένος λελάθῃ δ’ ὀδυνάων .
15.61 αἳ νῦν μιν τείρουσι κατὰ φρένας . αὐτὰρ Ἀχαιοὺς
15.62 αῦτις ἀποστρέψῃσιν . ἀνάλκιδα φύζαν ἐνόρσας·
15.63 φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
15.64 Πηλείδεω Ἀχιλῆος · ὁ δ`’ ἀνστήσει . ὃν , ἑταῖρον1
15.65 Πάτροκλον . τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
15.66 Ἰ̈λίου προπάροιθε· πολεῖς ὀλέσαντ’ αἰζηοὺς1
15.67 τοὺς ἄλλους . μετὰ δ’ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον·
15.68 τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς ·
15.69 ἐκ τοῦ δ’ άν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν1
15.70 αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς . εἰσόκ’ Ἀχαιοὶ
15.71 Ί̈λιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς·1, 2, 3
15.72 τὸ πρὶν δ’ οὔτ’ ὰρ , ἐγὼ παύω χόλον οὔτέ τιν’ ἄλλον1
15.73 ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ’ ἐάσω .
15.74 πρίν γε τὸ Πηλείδαο τελευτηθῆναι ἐέλδωρ
15.75 ὥς οἱ ὑπέστην πρῶτον . ἐμῷ δ’ ἐπένευσα κάρητι .
msA, 15.25, commenting on 15.52 αῖψα μεταστέψειε νόον· τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδιδοσθαι ἵνα τὸν τοῦ Ποσειδῶνος λέγῃ δύναται δὲ καὶ τοῖς ἑξῆς ⁑
msA, 15.26, commenting on 15.56 ὄφρ’ ἡ μεν μετα λαῶν Ἀχαιῶν ⁚ ἀπο τούτου ἕως τοῦ λισσομένη τιμῆσαι ἀθετοῦνται στίχοι κβ , ὅτι οὐκ ἀναγκαίως παλλιλλογεῖται περι τῶν ἑξῆς ἐπεισαχθησομένων καὶ κατα τὴν σύνθεσιν εἰσὶν εὐτελεῖς καὶ ὅτι ὡς ἐπίπαν προς τὸ δεύτερον πρότερον ἀπαντᾷ· νῦν δὲ προς τὸ πρότερον ἀπήντηκεν ὄφρ’ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν · ψεῦδος δὲ καὶ τὸ φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλείδεω Ἀχιλῆος . οὔτε γὰρ παραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν , οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπι τὸν πόλεμον ὁ Ἀχιλλεύς . καὶ τὸ πέσωσιν οὐχ Ὁμηρικόν . μᾶλλον γὰρ ἐκείνοις τὸ ἐμπεσεῖν ἐπι τοῦ ἐνσεῖσαι τίθησιν ἔφαντο γὰρ οὐκέτ’ Ἀχαιούς σχήσεσθ’ . ἀλλ’ ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι . ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρ’ αὐτῷ ἡ φυγή , ἀλλ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι σαφῶς γὰρ ἐν ἄλλοις φησίν· εἰ δέ χ’ ὑποστρέψω καὶ παλίωξις δὲ γένηται · ἀσύνηθες δὲ καὶ οὐδετερως τὸ Ἴλιον νῦν ῥηθὲν Ἴλιον αἰπὺ ἕλοιεν · πάντοτε γὰρ θηλυκῶς , λέγει . ἔν τε τῷ λισσομένη τιμῆσαι φησὶν ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα πτολίπορθον εἴρηκεν , ἀλλα ποδάρκη καὶ ποδώκη ⁑
msA, 15.27, commenting on 15.64 ὃ δ’ ἂνστήσει ὂν ἑταῖρον⁚ οὕτως ἀνστήσει ὃν αἱ Ἀριστάρχου · τινὲς δὲ ἀνστήσειεν ἑταῖρον διὰ τοῦ ε . Ζηνόδοτος δὲ ἀπο τοῦ Πηλείδεω Ἀχιλῆος ἕως τοῦ λισσομένη τιμῆσαι οὐδ’ ὅλως ἔγραφεν .
msAext, 15.4, commenting on 15.51 Ποσειδα
msAext, 15.5, commenting on 15.57 Ποσειδα
msAext, 15.6, commenting on 15.66 ὀλέσαντ’
msAext, 15.7, commenting on 15.71 το Ϊλιον ουδτ
msAim, 15.8, commenting on 15.54 εν αλλῳ κέλευσον
msAim, 15.9, commenting on 15.69 οτ οὐχ Ὁμηρικῶς ἡ παλίωξις ⁑
msAim, 15.10, commenting on 15.71 Ἀρισταρχ Ί̈λιον ἐκπέρσωσιν
msAim, 15.11, commenting on 15.72 ουτ Ἀρισταρχ χω τοῦ σ παύω
msAint, 15.8, commenting on 15.53 ουτ δια τοῦ γε ἐτεόν γε καὶ Ἀριστοφ ⁑
msAint, 15.9, commenting on 15.56-15.77 και παρὰ Ἀριστοφ ἠθετοῦντ ⁑
msAint, 15.10, commenting on 15.63-15.64 οτ ψεῦδος
msAint, 15.11, commenting on 15.71 οτ νῦν μόνως οὐδετέρως εἴρηται Ἴλιον ⁑