Manuscript msA, page 192v
| prev: 192r | next: 193r |
15.76 ἤματι τῷ . ὅτ’ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων .
15.77 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον·1
15.78 ὣς ἔφατ’ . οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη .
15.79 βῆ δὲ κατ’ Ϊδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον ·
15.80 ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος . ὅς τ’ ἐπὶ πολλὴν1, 2
15.81 γαῖαν ἐληλουθὼς . φρεσὶ πευκαλίμῃσι , νοήσῃ .
15.82 ἔνθ’ εἴην . ἢ , ἔνθα· μενοινήσειέ τε πολλά·1, 2
15.83 ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη ·
15.84 ΐκετο δ’ αἰπὺν Ὄλυμπον . ὁμηγερέεσσι δ’ ἐπῆλθεν
15.85 ἀθανάτοισι θεοῖσι· Διὸς δόμῳ· οἱ δὲ ἰδόντες .
15.86 πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν·1, 2, 3
15.87 ἣ δ’ ἄλλους μὲν ἔασε . Θέμιστι δὲ καλλιπαρήῳ1
15.88 δέκτο δέπας . πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα·
15.89 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδᾱ·
15.90 Ἥρη . τίπτε βέβηκας . ἀτυζομένῃ δὲ ἔοικας·1
15.91 ῆ μάλα δή σε φόβησε Κρόνου παῖς . ὅς τοι ἀκοίτης·
15.92 τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ λευκώλενος Ἥρη ·1
15.93 μή με θεὰ Θέμι ταῦτα διείρεο . οἶσθα καὶ αὐτὴ
15.94 οἷος εκείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής·1, 2
15.95 ἀλλὰ σύ γ’ ἄρχε θεοῖσι· δόμοις ἔνι δαιτὸς ἐΐσης·
15.96 ταῦτα δὲ καὶ μετα πᾶσιν ἀκούσεαι ἀθανάτοισιν .
15.97 οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημὶ1, 2
15.98 πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν . οὔτε βροτοῖσιν .1
15.99 οὔτε θεοῖς . εἴ πέρ τις ἔτι νῦν δαίνυται ἔϋφρων .1, 2
15.100 ἡ μὲν ἂρ ὡς εἰποῦσα καθέζετο πότνια Ἥρη ·
msA, 15.28, commenting on 15.80 ὡς δ’ ὅτ ἂν ἀΐξῃ νόος ἀνέρος⁚ ὅτι τὸ κατα διάνοιαν θεῖον ταχος τῆς ἐπιπτήσεως τῶν τόπων τὸ κατα κίνησιν ἀντιπαρέθηκεν ὑπερβολικῶς , καὶ ὅτι τὸ παροιμιακὸν τὸ διέπτατο δ’ ὥστε νόημα ἐκ τούτων καὶ τῶν κατα τὴν Ὀδύσσειαν σύγκειται τῶν νέες ὠκειαι ὡσεὶ πτερὸν ἠε νόημα οὐκ ὂν παρ ουδενὶ ποιητῆ ⁑
msA, 15.29, commenting on 15.80 ὡς δ’ ὅτ ἂν ἀΐξῃ ὥσπερ δὲ νοῦς ἀνδρὸς πολλὴν ἐπεληλυθότος γῆν καὶ πολλὰ ἱστορηκότος ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορημένα καὶ ταχέως ἄλλο τε ἐπ ἄλλο μεταβαίνει , ουτ καὶ ἡ ἡμέρα τό τε ἐκ τῆς ἴδης ὀξέως παρεγένετο εἰς τὸν Ὄλυμπον ⁑
msA, 15.30, commenting on 15.86 πάντες ἀνήϊξαν⁚ Ἀρίσταρχος σημειοῦται ὅτι οὗτως μόνως γραπτέον δεπάσσι · φησὶ γοῦν ἐν τοῖς ἑξῆς Θέμιστι δὲ καλλιπαρήω δεκο δέπας , ἐν ενίοις δὲ κάλεον τέ μιν εἰς ἓ ἕκαστος οὐκέτι· ἰδίαν γὰρ ἔχει καθεδραν πῶς οὖν προς εαυτὸν ἕκαστος καλεῖ . ἐπι μὲν τῆς Ἴριδος ἁρμόζει τῆς προς τοὺς ἀνέμους παραγεγονυίας ἀλλα μὴν οὐδ’ ἐπέεσσι γραπτέον ἐπιδίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον ὁ δε Θρᾶξ Διονύσιος παρακεῖσθαι φασὶ τὸ σημεῖον ὅτι δια παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν ἔχοντας προς τὸ ἐν οὐ γαρ ἔγωγε τι φημὶ τέλος χαριέστερον εἶναι . ἢ ὅτ ἂν εὐφροσύνη μὲν ἔχῃ ⁑
msA, 15.31, commenting on 15.94 οἷος ἐκείνου θυμὸς ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπι ψόγου ὁ ὑπέρσπονδος βέλτιον δὲ ὁ ὑπέρμετρος· ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμιου οὐκ αγαπᾶς ὁ ἕκηλος ὑπερφιάλοισι μεθ’ ἡμῖν ἀντι τοῦ ἀγαθοῖς ⁑
msA, 15.32, commenting on 15.97 οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται , δύναται καὶ καθ εαυτὸ τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι ⁑
msA, 15.1000, commenting on 15.97 ἵν ῇ θαυμαστικὸς ὁ λόγος . βέλτιον δε τὸ σύνηθες ὡς καὶ ἐπάνω οἶσθα καὶ αὐτὴ οἷος ἐκείνου θυμός ⁑
msA, 15.33, commenting on 15.99 οὔτε θεοῖς εἴπερ τις έτι νῦν δαίνυτ εὔφρων ὁ νοῦς . οὐκέτι οἶμαι τὸν Δία · οὐδενὶ τῶν πάντων θεῶν ἠ ἀνθρώπων ϊλαρὸν ἔσεσθαι εἰ ἄρα καί τις ἐν τῷ παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἰλαρότητι ⁑
msAext, 15.8, commenting on 15.82 ἔνθ’ εἴη
msAil, 15.4, commenting on 15.86@δεικανόωντο εδεξιοῦντο
msAil, 15.5, commenting on 15.90@ἀτυζομένῃ τεταραγμένη
msAil, 15.6, commenting on 15.98@κεχαρησέμεν καρὸν σχήσειν
msAil, 15.7, commenting on 15.99@ἔϋφρων ἰλαρος
msAim, 15.12, commenting on 15.82 ουτ Ἀρισταρχ ἔνθ’ εἴην μετα τοῦ η καὶ δια τῶν β η μενοινηῃσί τε ⁑
msAim, 15.13, commenting on 15.87 οτ πτῶσις ήλλακται καὶ πρόθεσις παρεῖται αντ τοῦ παρα Θεμιδος ⁑
msAim, 15.14, commenting on 15.92 ἐν άλλω βοῶπις πότνια Ήρῃ ⁑
msAim, 15.15, commenting on 15.94 Ἀρίσταρχ κείνου Ϊακῶς ⁑
msAint, 15.12, commenting on 15.77 οτ οὐδαμοῦ τὸν Αχιλλέα πτολίπορθον⁚
msAint, 15.13, commenting on 15.86 ταυτ ὁ Δίδυμος τῷ Ἀριστονικῳ λε πε τῆς γραφῆς τῆς δέπασσι ⁑