Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 193r

Manuscript msA, page 193r

image

prev: 192v next: 193v

Iliad text

15.101 ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς . θεοὶ· ἡ δ γέλασσεimage

15.102 χείλεσιν . οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσινimage

15.103 ἰ̈άνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·image1

15.104 νήπιοι , οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες ·image1, 2, 3

15.105 ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν άσσον ϊόντεςimage

15.106 ἢ ἔπει . ἠὲ βίῃ . ὁ δ`’ ἀφήμενος οὐκ ἀλεγίζει .image

15.107 οὐδ’ ὄθεται . φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι .image

15.108 κάρτεΐ τε , σθένεΐ τε διακριδὸν εἶναι ἄριστος·image

15.109 τῶ , ἔχεθ’ , ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ·image

15.110 ἤδη γὰρ νῦν ἔλπομ’ Ἄρηΐ γε πῆμα τετύχθαι·image

15.111 υἱὸς γάρ οἱ , όλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶνimage

15.112 Ἀσκάλαφος , τόν φησὶν , ὃν , ἔμμεναι όβριμος Ἄρης ·image

15.113 ὡς ἔφατ’ , αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼimage

15.114 χερσὶ καταπρηνέεσσ’ , ὀλοφυρόμενος δ’ ἔπος ηύδα·image1, 2

15.115 μὴ νῦν μοι νεμεσήσετ’ Ὀλύμπια δώματ’ ἔχοντεςimage

15.116 τίσασθαι φόνον υἷος ἰ̈όντ’ ἐπὶ νῆας Ἀχαιῶν ·image1, 2

15.117 εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷimage

15.118 κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ’ αἵματι καὶ κονίῃσιν·image

15.119 ὡς φάτο . καί ῥ’ ἵ̈ππους κέλετο . Δεῖμόν τε Φόβον τεimage1

15.120 ζευγνύμεν· αὐτὸς δ’ έντε’ ἐδύσατο παμφανόωντα·image1

15.121 ἔνθά κ’ τι μείζων τε καὶ ἀργαλεώτερος ἄλλοςimage

15.122 πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη .image1

15.123 εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσινimage1

15.124 ῶρτο δι’ ἐκ προθύρου· λίπε δὲ θρόνον ἔνθα θάασσε·image

15.125 τοῦ δ’ ἀπὸ μὲν κεφαλῆς κόρυθ’ εἵλετο· καὶ σάκος ὤμων .image

Scholia text

msA, 15.34, commenting on 15.101-15.103 ‡ ἡ δὲ γέλασσε χειλεσιν ⁚ οὗτος ὁ γελως Σαρδόνιος καλεῖται , ὅτ ἄν τις μὴ ἐκ διαθέσεως καὶ κρίσεως γελᾷ , οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος γέλως μετα δηχμοῦ πρὸς ὑπόκρισιν οὐ γὰρ γελᾷ . καὶ τὸν Ἄρη δὲ ὑπομνήσκει τοῦ υἱοῦ φοβοῦσα ἵν’ αὐτὸν ἀποστήσῃ , τῆς τῶν Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς ⁑image

msA, 15.35, commenting on 15.105-15.106 ἠ ἔτι μιν μέμαμεν ἢ ἐπεὶ . ἠὲ βίῃ· ἔφαμεν τὸν η κατ αρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι ὥσπερ καὶ ἐνθάδε τοὺς μέντοι ἑξῆς ἐγκλιτέον ἐν τῇ συντάξει . εἰσὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοὶ ὡς τὸ ἢ ἔπει ἢὲ βίῃ ⁑image

msA, 15.36, commenting on 15.116 μὴ νῦν μοι νεμεσήσετ’ Ὀλύμπια , οὗτoς ἐστιν ὁ ἀλλοπροσάλλος , οἱ γὰρ ἀδικήσαντες αὐτὸν ἦσαν οἱ Τρῶες οἱ κατάρξαντες τοῦ ἀδικήματος ⁑image

msA, 15.37, commenting on 15.119 ὡς φάτο καί ρ’ ἵππους κέλετο Δεῖμόν τε Φοβον τε ⁚ ὅτι ἀντι τοῦ Δήμω καὶ Φόβῳ . καὶ ὅτι ἐντεῦθεν ἡ πλάνη ἡ τοῖς δεξαμένοις Δεῖμον καὶ Φόβον ἵππων ὀνόματα εἰσὶ δὲ Ἄρεως υἱοί ἐν ἄλλοις γὰρ ῥητῶς φησὶ . τῷ δε Φόβος φίλος υἱός , τὸ δὲ γενος τῆς ἀμφιβολίας ἐστιν εὑρεῖν καὶ ἀλλαχῇ τὸν δέ τ’ ἄνδρα ἑλεῖν καὶ εἰς ορμὴν ἔγχεος ἐλθεῖν · καὶ ἐν Οδ . αἰδὼς δ αῦ νέον ἄνδρα γεραίτερον ἐξερεεθαι ὅπερ ἀγνοήσαντες τινὲς ἔγραψαν νέῳ ἀνδρί ⁑image

msAil, 15.9, commenting on 15.103@ἰ̈άνθη διεχύθη εὐφράνθηimage

msAil, 15.10, commenting on 15.104@μενεαίνομεν προθυμούμεθαimage

msAil, 15.11, commenting on 15.104@ἀφρονέοντες αδimage

msAil, 15.12, commenting on 15.114@καταπρηνέεσσ’ κατωφερέσιimage

msAil, 15.13, commenting on 15.116@τίσασθαι εimage

msAil, 15.14, commenting on 15.120@ἐδύσατο εimage

msAim, 15.16, commenting on 15.104 κατ ένια τῶν ὑπομνημάτων ἀφρονέοντα ⁑image

msAim, 15.17, commenting on 15.114 ουτ καὶ ἡ Ἀριστχ καὶ αἱ πᾶσαι επος ηύδα οὐ προσηύδα ⁑image

msAim, 15.18, commenting on 15.123 δια τοῦ ετερου δ αἱ Αρισταρχ ⁑image

msAint, 15.14, commenting on 15.122 οτ ἐν παραλλήλου ὡς ϊσοδυναμοῦντα τὸν , χόλον καὶ τὴν μηνιν ⁑image