Manuscript msA, page 193v
| prev: 193r | next: 194r |
15.126 ἔγχος δ’ ἔστησε στιβαρῆς ἀπο χειρὸς ἑλοῦσα1
15.127 χάλκεον . ἡ δ’ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα ·1
15.128 μαινόμενε φρένας ἠλὲ , διέφθορας , ῆ νύ̆ τοι αύτως1
15.129 ούατ’ ἀκουέμεν ἐστὶ , νόος δ’ ἀπόλωλε καὶ αἰδώς·
15.130 οὐκ ἀΐεις . ἅ , τε , φησὶ θεὰ λευκώλενος Ἥρη ·
15.131 ἣ . δὴ , νῦν παρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν·
15.132 ῆ ἐθέλεις , αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
15.133 ὰψ , ΐμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ .
15.134 αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι·1, 2
15.135 αὐτίκα γὰρ . Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
15.136 λείψει· ὃ δ’ ἡμέας εἶσι κυδοιμήσων ἐς Όλυμπον ·
15.137 μάρψει δ’ εξείης ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί·
15.138 τῶ σ’ αῦ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·1
15.139 ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων1
15.140 ἢ πέφατ’ , ἢ καὶ ἔπειτα πεφήσεται . ἀργαλέον δὲ .
15.141 πάντων ἀνων ῥῦσθαι γενεήν τε τόκον τε·1
15.142 ὣς εἰποῦσ’· ΐδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα ·1
15.143 Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
15.144 Ϊ͂ρίν θ’ , ἥ τε θεοῖσι μετ’ άγγελος ἀθανάτοισι·
15.145 καί σφεας φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·
15.146 Ζεὺς , σφὼ , εἰς Ί̈δην κέλετ’ ἐλθέμεν ὅττι τάχιστα·1
15.147 αὐτὰρ ἐπὴν ἔλθητε· Διός τ’ εἰς ῶπα ἴ̈δησθε .
15.148 ἔρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ·
15.149 ἡ μὲν ἂρ ὣς εἰποῦσα , πάλιν κίε πότνια Ἥρη .
15.150 ἕζετο δ’ εἰνὶ θρόνῳ , τὼ δ’ ἀΐξαντε πετέσθην .
msA, 15.38, commenting on 15.127 ‡ χάλκεον ἡ δ’ ἐπέεσσι ὅτι ἐξ αναλήψεως τὰ ἄρθρα λαμβάνει· ὅμοιον δέ ἐστι τοῦτο , τῷ αὐτὰρ Ἀθηναίη κούρι Διὸς , εἶτα ἡ δὲ χιτων ἐνδῦσα Διός . δασυντέον δὲ τὸ η ἄρθρον , δύναται μέντοι καὶ σύνδεσμος ἐξακούεσθαι , ἵνα γένηται καὶ ἐπέεσσι καθάπτετο , καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις βεβλήκει γλουτὸν κατα δεξιὸν ἡ δὲ διαπρό · ἡ δὲ χιτῶν ἐνδῦσα καὶ γὰρ ἐπι τούτων διχῶς ἀνέγνωσαν ὥσπερ καὶ ἐπι τοῦ ἐν τῇ αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο , ἡ δε γαλήνη , ἄμεινον δὲ ἐπι πάντων αρθ ἐκδέχεσθαι ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει ⁑
msA, 15.39, commenting on 15.128 μαινόμεναι φρένας ἠλὲ μετὰ τὴν πρώτην λέξιν στικτέον· μετα δε τὸ ἠλὲ , ἀμφίβολος ἡ στιγμὴ . ήτοι γὰρ καὶ αὐτὸ προσαγορευτικὸν ἐστιν ὧ φρένας ἠλέ . εῖτα καθ εαυτὸ διέφθορας· ἢ συναπτέον ὅλον , ἵν’ ᾖ τὸ ἑξῆς φρένας διέφθορας . ἠ συναπτέον ὄλον ἵν’ ᾖ τὸ ἑξῆς φρένας διέφθορας· τὸ δὲ ἠλέ ὡς καλὲ ἐπιθετικῶς , εἴτε δὲ ἀπεκόπη , εἴτε συνεκόπη ἐκ τοῦ ἠλέε , ἔρρωται τὰ τοῦ τόνου ⁑
msA, 15.40, commenting on 15.134 αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι , ἡ Ἀριστοφάνειος , κακὸν μέγα πᾶσι , Ζηνόδοτος δὲ , αὐτὰρ τοῖς ἄλλοισι θετῖς μέγα πῆμα φυτεῦσαι
msA, 15.41, commenting on 15.138 τῶ σ’ αὐ νῦν κέλομαι· ὅτι Ζηνόδοτος γράφει . υἷος ἐοῖο , τοῦτο δὲ ἐν τω πε τινος λόγῳ τίθεται· νῦν δὲ προς πρόσωπον ἐστι καὶ δεῖ γράφειν ἑῆος , ἠγνόηκε δὲ τὴν λέξιν· ἐστι γὰρ εῆος ἀγαθοῦ καὶ δωτῆρες ἑάων . προπερισπαστέον δὲ τὴν υἷος γενικήν προείρηται δὲ πῶς γέγονεν ⁑
msA, 15.42, commenting on 15.141 γενεήν τε τόκον τε· τοὺς γονεῖς καὶ τὸ γένος δισσολογεῖ δι αμφοτέρων τὴν γένεσιν . ὁ δε νοῦς ἀδύνατον ἐστι θεῷ ῥύσασθαι τὴν ἐξ ἑαυτοῦ ἀνίνην γένεσιν· τὸ γὰρ ἀργαλέον νῦν ἀντὶ τοῦ ἀδύνατον κεῖται καὶ τοῦ θανάτου ῥύεσθαι ⁑
msA, 15.43, commenting on 15.142 θρόνῳ ἕνι . ἀναστρεπτέον τὴν πρόθεσιν τὸ γὰρ ἑξῆς ἐστι ἐν θρόνῳ ὁμοίως τῷ υἱὸς γάρ οἱ ὀλώλῃ μάχῃ ἕνι ⁑
msA, 15.44, commenting on 15.146 Ζεὺς σφὼ καὶ τὸ Ζεὺς καὶ τὸ σφὼ ἐγκλιτέον τοῦτέστι βαρυτονητέον ἐπεὶ δευτέρου προσώπου ἐστι καὶ μεταλαμβάνεται εἰς τὸ ὑμᾶς ⁑
msA, 15.45, commenting on 15.147-15.148 αὐτὰρ ἐπὴν ἔλθητε ἀθετοῦνται ἀμφοτεροὶ ὅτι ἀνηθοποίητοί εισὶ . καὶ γὰρ εἰ μὴ ἐνετείλατο ἡ Ἥρα , ὤφειλον ὑπακούειν τῷ Διῒ καὶ λόγον ἂν εἶχεν ἡ ἐντολὴ εἰ κεχαρισμένον τί αὐτῇ ἐπετέλλουν καὶ μὴ ἐναντίον· ὥστε ἔδει μᾶλλον παρακαλεῖν εἰς τὸ παριδεῖν τί τῶν ὑπο Διὸς προστασσομένων ⁑
msAil, 15.15, commenting on 15.126@ἀπο εκ
msAim, 15.19, commenting on 15.134 ἐν ἄλλῳ πημ φυτεῦσαι ⁚
msAim, 15.20, commenting on 15.139 καὶ Ἀριστοφ τοῦ δε
msAint, 15.15, commenting on 15.147-15.148 καὶ Ἀριστοφάνης προηθέτει ⁑