Manuscript msA, page 194r
| prev: 193v | next: 194v |
15.151 Ἴδην δ’ ΐκανον πολυπίδακα μητέρα θηρῶν .
15.152 εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνα Γαργάρῳ ἄκρῳ1
15.153 ἥμενον⁚ ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο·1
15.154 τὼ δὲ πάροιθ’ ἐλθόντε Διὸς νεφεληγερέταο .1
15.155 στήτην . οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ .1, 2
15.156 ὅττί̄ οἱ ὦκ’ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην·
15.157 Ι̂̈ριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδᾱ⁚
15.158 βάσκ’ ἴ̈θι Ι̂̈ρι ταχεῖα . Ποσειδά̄ωνι ἄνακτι1, 2
15.159 πάντα τάδ’ ἀγγεῖλαι· μη δὲ ψευδάγγελος εἶναι·1
15.160 παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο .
15.161 ἔρχεσθαι μετὰ φῦλα θεῶν . ἢ εἰς ἅλα δῖαν·1, 2
15.162 εἰ δέ μοι οὐκ ἐπέεσσ’ ἐπιπείσεται . ἂλλ’ ἀλογήσει .1, 2
15.163 φραζέσθω δ’ ήπειτα κατὰ φρένα καὶ κατα θυμὸν·
15.164 μή μ’ οὐδὲ καρτερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
15.165 μεῖναι . ἐπεὶ , εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι·1
15.166 καὶ γενεῇ πρότερος . τοῦ δ’ οὐκ ὄθεται φίλον ῆτορ1
15.167 ἶ̈σον ἐμοὶ φᾶσθαι . τόν τε , στυγέουσι καὶ ἄλλοι·
15.168 ὣς ἔφατ’ . οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ι̂̈ρις .
15.169 βῆ δὲ κατ’ Ἰ̈δαίων ὀρέων εἰς Ἴ̈λιον ϊρήν·1
15.170 ὡς δ’ ὅτ’ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα1
15.171 ψυχρὴ . ὑπαὶ ριπῆς αἰθρηγενέος Βορέαο .1
15.172 ὡς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ι̂̈ρις ·
15.173 ἀγχοῦ δ’ ἱ̈σταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
15.174 ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
15.175 ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο·
msA, 15.46, commenting on 15.153 ‡ ήμενον ἀμφι δέ μιν θυόεν νέφος , ὅτι τοῦτό ἐστι τὸ νέφος , ὑπερ οὗ ἔμπροσθε φησὶ τοιόν τοι ἐγὼ νέφος ἀμφικαλύψω · θυόεν δὲ εὐῶδες ἀπο τῶν θυμιαμάτων ⁑
msA, 15.47, commenting on 15.155 οὐδε σφῶϊν ἰδὼν . ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία τρίτου γάρ ἐστι προσώπου· διὸ τὸν δὲ σύνδεσμον ὀξυτονητέον , ὁμοίως οὖν ἀναγνωστέον τὸ καί σφωϊν δὸς ἄγειν ⁑
msA, 15.48, commenting on 15.X βάσκ’ ἶθι Ι̂̈ρι ταχεῖα⁚ εἴρηται ἐν τῇ ὅτι ἀμφίβολoς ἐστιν ἡ μεταξὺ τούτων διάστασις· ἡ μεν γὰρ συνόθεια συνάπτει ὁ δε λόγος χωρίζει ⁑
msA, 15.49, commenting on 15.159 πάντα δ’ ἀπαγγεῖλαι· πρόπερισπέον τὸ ἀγγεῖλαι , ἔστι γὰρ ἁπωρέμφατον ἀντι προστακτικοῦ κείμενον , δια τὸ ἐπιφερόμενον μηδε ψευδάγγελος εἶναι οὓκ ἀναγκαῖον γὰρ δια τὸ ἄνωχθι προστακτικῶς ἀναγινώσκειν καὶ ἔστιν ὅμοιον τῷ τῆ δε τόδε κρήδεμνον ὑπο στέρνοισι τανύσσαι καὶ ἐνθάδε γὰρ ἀπαρέμφατον ἐστὶν ⁑
msA, 15.50, commenting on 15.162 εἰ δέ μοι οὐκ επέεσσ’ τὸν δὲ ὀξυτονητέον ἔστι γὰρ νῦν ἡ μο̄ι ἐγκλιτικὴ καὶ ἀπόλυτος ⁑
msA, 15.51, commenting on 15.165 ἐπεί εὑ φημὶ . καὶ ἐπι τούτου ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία καὶ ἀπόλυτος . δι ὃ τὸν ἐπεὶ σύνδεσμον ὀξυτονητέον ὁμοφώνως τῷ καὶ εὑ κράτος ἐστὶ μέγιστον ⁑
msA, 15.52, commenting on 15.166 καὶ γενεῆς πρότερος· ἀθετοῦνται ἀμφότεροι· καὶ ἀστερίσκοι παράκεινται ὅτι τοὺς ὕστερον λεγομένους ὑπο τῆς Ἴριδος δι’ επιείκειαν ἐνθάδε τίς μοτενήνοχεν · ἀναρμόστως γὰρ ὁ Ζεὺς ὥσπερ δεδοικὼς καὶ συλλυθῆναι βουλόμενος εἴξατό σοι φησὶ καθ ὅσον εἰ μιν προγενέστερος · τὰ γὰρ τοιαῦτα τῶν δεομένων καί μοι ὑποστήτω , ὅσον βασιλεύτερός εἰμῐ , ἠδ’ ὄσον γενεῇ προγενέστερος . ⁑
msA, 15.53, commenting on 15.171 ψυχρὴ ὑπαὶ ριπῆς . τὸ ψυχρὴ ἑκατέρῳ δύναται προσδίδοσθαι . ἤτοι γὰρ ψυχρὴ υπ βορέου , ἠ πτῆται ὑπο βορέου ⁑
msAext, 15.9, commenting on 15.158 Ποσειδά
msAil, 15.16, commenting on 15.162 ι
msAim, 15.21, commenting on 15.152 βέλτιον τῷ ήμενον τουτ προσδίδοσθ ⁑
msAim, 15.22, commenting on 15.154 βραχ διασταλτέον προς τὸ σαφεστερον ⁑
msAim, 15.23, commenting on 15.161 γράφεται καὶ ἔρχεσθ’ ἠ μετα φύλα ⁑
msAim, 15.24, commenting on 15.170 οτ διεσταλκε νιφάδα καὶ χάλαζαν ⁑
msAint, 15.16, commenting on 15.155 οτ τὸ ἐναντίον ὑπακοῦσαι δεῖ ἀλλ απεδέξατ ⁑
msAint, 15.17, commenting on 15.158 οτ οὐκ έστιν ἐπίθετον τὸ ταχεῖα , ἀλλ’ ἀντι τοῦ ταχέως ⁑
msAint, 15.18, commenting on 15.161 οτ αφ εαυτοῦ ὁ Ζεὺς τὴν θαλασσαν δῖαν εἴρηκεν ⁑
msAint, 15.19, commenting on 15.169 οτ Ζηνοδ γράφει ἐξ Ιδεων ἁρμόζει δὲ μᾶλλον κατ Ιδέων . κατάβασιν γὰρ δηλοῖ ⁑