Manuscript msA, page 194v
| prev: 194r | next: 195r |
15.176 παυσάμενόν σε κέλεται μάχης ἠδὲ πτολέμοιο .1
15.177 ἔρχεσθαι μετὰ φῦλα θεῶν . ἢ εἰς ἅλα δῖαν·
15.178 εἰ δέ οἱ οὐκ ἐπέεσσ’ ἐπι ἐπιπείσεαι . ἂλλ’ ἀλογήσεις .1
15.179 ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων1, 2
15.180 ἐνθάδ’ ἐλεύσσεσθαι , σὲ δ’ ὑπεξαλέασθαι ἀνώγει
15.181 χεῖρας . ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι .
15.182 καὶ γενεῇ πρότερος ; σὸν δ’ οὐκ όθεται φίλον ῆτορ
15.183 ῗσόν οἱ φάσθαι . τόν τε στυγέουσι καὶ ἄλλοι·1
15.184 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
15.185 ὦ πόποι· ῆ ρ’ ἀγαθός περ ἐὼν . ὑπέροπλον ἔειπεν
15.186 εἴ μ’ ὁμότιμον ἐόντα . βίῃ ἀἕκοντα καθέξει·
15.187 τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα ·1, 2, 3, 4
15.188 Ζεὺς , καὶ ἐγὼ . τρίτατος δ’ Ἀΐδης · ἐνέροισιν ἀνάσσων·
15.189 τριχθὰ δὲ πάντα δέδασται . ἕκαστος δ’ ἔμμορε τιμῆς·1, 2, 3, 4
15.190 ἤτοι ἐγὼν . ἔλαχον πολιὴν . ἅλα . ναιέμεν αἰεὶ .1
15.191 παλλομένων· Ἀΐδης δ’ ἔλαχε , ζόφον ἠερόεντα·
15.192 Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·1
15.193 γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος ·1
15.194 τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν· ἀλλὰ , ἕκηλος1
15.195 καὶ κρατερός περ ἐὼν , μενέτω τριτάτῃ ἐνι μοίρῃ·
15.196 χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὡς δειδισσέσθω·1
15.197 θυγατέρεσσιν γάρ τε καὶ υἱάσι κέρδιον εἴη1, 2
15.198 ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν . οὓς τέκεν αὐτὸς ·
15.199 οἵ ἑθεν , ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ .1
15.200 τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδήνεμος ὠκέα Ι̂̈ρις ·
msA, 15.54, commenting on 15.183 ‡ ῗσόν οἱ φᾶσθαι⁚ ὅτι τὸ στυγέουσιν ἀπο μιᾶς ἀρχῆς ἐν διαφορᾷ μετάγεται , νῦν μὲν δεδίασιν ὅτ ἂν δὲ εἴπῃ σμερδαλέ’ εὑρόεντα τά τε στυγέουσι θεοί περ . ἀντι τοῦ μισοῦσιν · κατα δ’ έστυγε μῦθον ἀκούσας , κατεστύγνασεν , ἀπο τῆς κατ τὸ πρόσωπον στυγνότητος ⁑
msA, 15.55, commenting on 15.187 τρεῖς γάρ τ’ ἐκ Κρόνου δια τῶν δύο κκ γράφοντος Ἀριστάρχου ἐκ Κρόνου . οὐ κατεπείγει διαστέλλειν ὥς τινες ἀξιοῦσιν ἐπι τὸ εἰμέν · μὴ κειμένης γὰρ τῆς προθέσεως , ὁμολογοῦμεν ὡς ἀμφίβολος ἢν ἡ προφορὰ συναπτομένη , νῦν δὲ οὐ κατεπείγει ⁑
msA, 15.56, commenting on 15.187 Κρόνος χρησμὸν λαβὼν⁚ ὅτι ὀ ΐδιος αὐτὸν τῆς βασιλείας μεταστήσει υἱὸς , τὰ γεννώμενα κατέπινεν Ῥέα δὲ τεκοῦσα Δία , Κρόνῳ μὲν αὐτοῦ λίθον σπαργανώσασα ἔδωκε κατπιεῖν · τὸ δὲ παιδίον εἰς Κρήτην διακομίσασα , ἔδωκε τρέφειν Θέμοδι καὶ Ἀμαλθίᾳ ἡ ἢν αἶξ , ταύτην οἱ Τιτᾶνες ὁποτ ἂν ἐθεάσαντο ἐφοβοῦντο· αὕτη δὲ τοὺς αὑτῆς μαζοὺς ὑπέχουσα ἔτρεφε τὸ παιδίον . αὐξηθεὶς δὲ ὁ Ζεὺς μετέστησε τῆς βασιλείας τὸν πρα . πολεμούντων δὲ αὐτὸν τῶν Τιτάνων , Θέμις συνεβούλευσε , τῷ τῆς Ἀμαλθίας δέρματι σκεπαστηρίῳ χρήσασθαι εἶναι γὰρ αὐτὴν ἀεί φόβητρον , πεισθεὶς δὲ ὁ Ζεῦς ἐποίησεν καὶ τοὺς Τιτᾶνας ἐνίκησεν· ἐντεῦθεν αὐτὸν φησὶν αἰγήοχον προσαγορευθῆναι ⁑
msA, 15.57, commenting on 15.187 Ῥέα ⁚ οἱ μὲν ἐκτείνουσι τὸ α , ἐπι δὲ τοῦ ἐπιρρήματ συστέλλουσιν οἱ δὲ φασὶ δεῖ συστέλλειν ἵνα δάκτυλος γένηται ὡς τὸ πὺξ ἀγαθὸν Πολυδεύκεα ἀνδρόμεα κρέα εἴσατο τεύχεα ⁑
msA, 15.58, commenting on 15.189 τριχθὰ δὲ πάντα δέδασται· φυσικὴ φαίνεται διάταξις γεγενημένη· ὁ μὲν γὰρ τὸ ζῆν παρεχόμενος Ζεὺς ὠνόμασται· ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπο τῆς πόσεως Ποσειδῶν , Ἀΐδης δὲ ὁ θάνατος παρα τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς τῶν ἀνων ἀπωλείας ⁑
msA, 15.59, commenting on 15.189 πῶς δὲ φησὶ γαῖα δ έτι ξυνὴ καὶ μακρὸς Ὄλυμπος , Κράτης ἐν δευτέρῳ Ὁμηρικῶν καὶ Στησίμβροτος πάντα οὕτως δέδασται · ⁑
msA, 15.60, commenting on 15.193 γαῖα δ’ έτι ξυνὴ . κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ καθ ὅτι ἐν αυτῆ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα· τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται· καὶ πυρὸς ἀναδόσεις περι αυτὴν γίγνονται ὥσπερ κατα τὴν Αίτνην ἐν Σικελια καὶ περὶ τοὺς Ἡφαίστου κρητηρας· ὁμοίως δὲ καὶ περι Κέραγον Λυκιας καὶ ὅσα τοιαῦτα· ὁμοίως δὲ καὶ ὁ αήρ περι αυτὴν ἐστι· καλῶς δε καὶ τὸν Όλυμπον κοινὸν φησὶν ἐπεὶ καὶ ὁ οὐνος τὴν γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων . ἡ διπλῆ δὲ ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος ὡς ἂν όρος , τὸ δὲ όμοιον πεποίηκε καὶ ἐν . ναῖετ’ ἀνα δ’ Ἰ̈θάκην εὐδείελον ἐν δ’ όρος αὐτῆ κεχώρηκε γὰρ τὸ ὄρος τῆς Ἰθακης οὐχ ὡς μη ὂν ἐπ αυτῆς καθάπερ καὶ τὸν Όλυμπον ἐπίγειον ὄντα τῆς γῆς· εἰ γὰρ ὁ αὐτὸς τῷ ουνω ἠ μέρος ἐπουνιον , οὐκ ἂν κοινός ἀλλ’ ἴδιος τοῦ Διός ⁑
msA, 15.61, commenting on 15.194 τῶ ρα καὶ οὔ τι Διὸς βέομαι φρεσὶν δι ὃ οὐκ ἂν κατα τὴν αὐτοῦ γνώμην βιώσομαι ἀλλα κατα τὴν ἑαυτοῦ . Δημήτριος δὲ ἀποβήσομαι εἴξω· οὕτως ἔχειν . καὶ τὸ οὐ γάρ μοι δηρὸν βέῃ , οὐ προβήσῃ κατὰ τὸ ζην πολὺν χρόνον
msA, 15.62, commenting on 15.196 χερσὶ δὲ μή τι με πάγχυ κακὸν ὡς δειδισσεσθ ⁑ ὁ νοῦς , μηδὲ ὡς χερσὶ κακὸν . ὄντα εἰς δεος ἀγέτω . ἠ ὠς κακὸν ὄντα εἰς τὸν διὰ χειρῶν ἀγέτω πόλεμον , ἣ ὡς χερσὶν ὑπερέχων ⁑
msA, 15.63, commenting on 15.197 κέρδιον εἴη⁚ Ἀρίσταρχος βέλτερον · οἱ δε εἰκαιότεροι γράφουσι κέρδιον εἴη· Ἀριστοφα κάλλιον εἴη ⁑
msA, 15.64, commenting on 15.199 οἵ ἐθεν · ἡ θέν νῦν ἀπόλυτός ἐστι καὶ ἐγκλη̈τικῇ δια τὸ οι ἄρθρον ὀξυτονοῦμεν ⁑
msA, 15.65, commenting on 15.189 τριχθὰ δὲ πάντα δέδασται· καὶ ἔμπροσθ περι τούτου εἴρηται ϊκανῶς ὅτε ἐλέγομεν περὶ τοῦ ἠ οὐ μέμνη ὅτε τ’ ἐκρεμω ἀκριβέστερον δὲ καὶ νῦν· δια γὰρ τούτων ὁ ποιητ τὴν κοσμικὴν αἰνίττεται φυσιν . δια μεν τὸν ἀνωτάτω ὑποτιθέμενος διάπυρον ἀέρα Ήραν δὲ τὸν δευτερον καὶ ταύτην φησὶν ὑπ’ Ὠκεανοῦ τεθράφθαι ἐπει δὴ ἐκ τῆς ὑγρῶν ἀναθυμιάσεως γινεται ὁ αηρ , ἄκμονας δὲ γῆν καὶ θάλασσαν λέγε· χρυσοῦν δὲ δεσμὸν . τὸ αἰθέριον πῦρ ὅτι ἐν τῷ ἀνωτάτῳ μέρει συνῆπται αὐτῷ ὁ ἀήρ , καὶ ῥιπτόμενον τὸν Ἤφαιστον εἰς θάλασσαν παρ’ ὄσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα . πῦρ μὲν εἰς ἀέρα· ἀὴρ δὲ εἰς ὕδωρ , χαλκεύοντα δὲ ἐν Ὠκεανῷ ὅτι τὰ στερεᾶ τῆς δι ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει· καὶ Ἡσίοδος μὲν , Οὐνον λέγει τὴν ἐκ πύρωσιν· Κρόνον δὲ . τὸν ἄνωθεν κρουνηδὸν ἐπιφερόμενον ὄμβρον· Ῥέαν δὲ , τὴν ἐπιρρεομένην ὕδασιν· ἐκτομὴν δὲ Οὐνου , τὴν τοῦ παρώδους ἐξ υγρῶν σβέσιν λίθον δὲ καταπινόμενον ὑπο Κρόνου · ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰ στερρότητα πήγνυται· κρύπτεσθαι δὲ τὸν Δία . διὰ τὸ τὸ ζῆν ἐπικρατεῖν τὸ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων ὑγρῶν ⁑
msAil, 15.17, commenting on 15.179@πτολεμίξων Ζηνοδ δια τοῦ ζ ⁚
msAim, 15.25, commenting on 15.176 γρ κέλευε
msAim, 15.26, commenting on 15.179 καὶ κεῖνος , ἐκ πληρους τὸν συνδ Ἀρισταρχ ⁚
msAim, 15.27, commenting on 15.182-183 οἱ ἀστερίσκοι ὅτι ἐντεῦθεν μετάκεινται ἄνω οὐχ ὑγιῶς ⁑
msAim, 15.28, commenting on 15.187 ουτ Ἀρισταρχ δια τω β κ ⁑
msAim, 15.29, commenting on 15.190 ἐπι τὸ αἰεὶ βραχὺ διασταλτέον . ⁑
msAim, 15.30, commenting on 15.192 οτ Ζηνοδ αιπῦν τοῦτο δὲ όρος ἐπίθετον ⁚
msAim, 15.31, commenting on 15.197 Ἀρίσταρχ βέλτερον εἴη ⁑
msAint, 15.20, commenting on 15.178 οτ πτῶσις ἤλλακται ει δε αὐτῷ ἀντι τοῦ ει δε αὐτοῦ τοῖς έπεσι τῷ γρ οἱ αυτω εστ
msAint, 15.21, commenting on 15.189 οτ τὸ παντ κατα παρολκήν ὡς οἱ δ’ εννεα πάντες ἀνεσταν ⁑