Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 195r

Manuscript msA, page 195r

image

prev: 194v next: 195v

Iliad text

15.201 οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα .image

15.202 τόνδε φέρω Διῒ μῦθον ἀπηνέα τε κρατερόν τε·image

15.203 ἦ τι μεταστρέψεις . στρεπταὶ μέν τε φρένες ἐσθλῶν·image

15.204 οἶσθ’ ὡς πρεσβυτέροισιν Ἐρῑνύες αἰὲν ἕπονται·image1

15.205 τὴν δ’ αὖτε προσέειπε Ποσιδάων ἐνοσίχθων·image1

15.206 ῖ̈ρι θεὰ . μάλα τοῦτο ἔπος κατα μοῖραν ἔειπες·image

15.207 ἐσθλὸν καὶ τὸ τέτυκται· ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ·image1

15.208 ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱ̈κάνει·image

15.209 ὁππότ’ ἂν ἰ̈σόμορον· καὶ ὁμῇ πεπρωμένον αἴσῃ .image1

15.210 νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν·image

15.211 ἂλλ’ ἤτοι νῦν μέν κε , νεμεσσηθεὶς ὑποείξω·image1

15.212 ἄλλο δέ τοι ἐρέω καὶ ἀπειλήσω τό γε θυμῷ·image1

15.213 αἴ κεν ἄνευ ἐμέθεν . καὶ Ἀθηναίης ἀγελείης .image

15.214 Ἥρης Ἑρμείω τε . καὶ Ἡφαίστοιο ἄνακτος .image1, 2

15.215 Ἰ̈λίου αἰπεινῆς πεφιδήσεται . οὐδ’ ἐθελήσειimage1

15.216 ἐκπέρσαι . δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν ·image

15.217 ἴ̈στω τοῦθ’ . ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται·image

15.218 ὣς εἰπὼν . λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος .image

15.219 δῦνε δὲ πόντον ἰ̈ὼν . πόθεσαν δ’ ἥρωες Ἀχαιοί ·image

15.220 καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς ·image

15.221 ἔρχεο νῦν φίλε Φοῖβε μεθ’ Ἕκτορα χαλκοκορυστήν·image

15.222 ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιοςimage

15.223 οἴχεται εἰς ἅλα δῖαν· ἀλευάμενος χόλον αἰπὺνimage1

15.224 ἡμέτερον , μάλα γάρ τε μάχης ἐπύθοντο καὶ ἄλλοιimage

15.225 οἵ περ , ἐνέρτεροί εἰσὶ . θεοὶ Κρόνον ἀμφὶς ἐόντες·image1, 2

Scholia text

msA, 15.67, commenting on 15.204 ‡ οἶσθ’ ὡς πρεσβυτέροισιν· ὅτι τοῦτο παρ’ ἑαυτῆς προσέθηκεν ἡ Ι̂ρις καὶ τὰ ἐν τοῖς ἐπάνω οὖν οὐχ ὑπo Διὸς εἴρηται καὶ γενεὴ πρότερος ⁑image

msA, 15.68, commenting on 15.209 καὶ ὁμῇ πεπρωμένον . περισπαστστ περισπαστὲον περισπαστέον κατὰ δοτικὴν πτῶσιν ὁμοίως ἐπιθετικῷ τῷ θερμῇ καὶ γὰρ ὁμὸς αὐτοῦ τὸ ἀρσενικὸν , ὁμοίως κατ οξεῖαν τάσιν· οὐ γὰρ πάντων ῆεν ὁμὸς θρόος , καὶ τὸ οὐδέτερον ῆ μὰν ἀμφοτέροισιν ὁμὸν γένος . παράκειται τὲ τὸ ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς ὁμῶς δέ τοι ήπια οῖδεν ⁑image

msA, 15.69, commenting on 15.212 ἄλλο δέ τοι ἐρέω· ἀπὸ τούτου ἑως τοῦ ἴστω τοῦθ’ ὅτι νῶϊν , ἀθετοῦνται στίχοι ἑξω· ὅτι εὐτελῆ τὰ κατὰ τὴν σύνθεσιν καὶ τὰ κατα τὴν διάνοιαν· προειπὼν γὰρ νεμεσσηθεὶς ὑποείξω οἱον εἰ μεταμεληθεὶς . ἐπιφέρει ἀπειλήσω ὅ τε Ποσειδὸν ἐπίσταται ὅτι οὐκ εἰς τελος φείσεται τῆς πόλεως ἀλλ’ ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα ἐπαμύνει τοῖς Τρωσὶ τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπο τῆς θεομαχίας συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβάροις θεοῖς οὐκέτι ἐπιστήσας , ὡς οὔτε τῷ Ἑρμεῖ οὔτε τῷ Ἡφαίστῳ ἔμελλεν ἴδιᾳ τὰ τῆς πορθήσεως , ἀλλ’ ἕνεκα τῆς ἀντικαταστάσεως μόνον παρείληφεν αὐτούς ⁑image

msA, 15.70, commenting on 15.214 Ἥρης Ἑρμείω τε τινὲς Ἥρης Ἡφαίστου τὲ καὶ Ἑρμείαο ⁑image

msA, 15.71, commenting on 15.215 πεφιδήσεται , ἀπὸ τοῦ φείδω ὡς πείθω πίθω , τεύχω τυχῶ , τύχησε γὰρ ἐρχομένη νῆυς (τ 291) . ⁑image

msA, 15.72, commenting on 15.225 οἵπερ νέρτεροί εἰσιν· ὅτι Ζηνόδοτος γράφει ὕπερ νέρτατοι . προς οὐδὲν δὲ τὸ ὑπερθετικὸν μετάκειται· τοῦ γὰρ κατωτέρου κατώτατος οὐδείς ἐστιν . ἐνερτέρους δὲ καὶ καλεῖ καὶ Οὐρανίωνας καὶ ὑποταρταρίους καὶ Τιτᾶνας τοὺς περὶ Κρόνον θεούς ⁑image

msAext, 15.10, commenting on 15.205 Ποσειδάimage

msAext, 15.11, commenting on 15.225 ενερτεροιimage

msAim, 15.32, commenting on 15.207 Ζηνoδ δια τοῦ π εἴπῃ ⁑image

msAim, 15.33, commenting on 15.211 Ἀρισταρχ νῦν μέν γε αλλοι δὲ νυν μέν κεimage

msAint, 15.22, commenting on 15.214 Ιωνικὴ γενικὴ παθοῦσα εἰ γὰρ ὑγιὴς ἔσται Ἐρμεὶέω ὡς Ἀτρείδεω·image

msAint, 15.23, commenting on 15.223 οτ ἀφ εαυτοῦ ὁ Ζεὺς θάλασσαν δῖαν καλεῖ ⁑image