Manuscript msA, page 195v
| prev: 195r | next: 196r |
15.226 ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ , οἷ , αὐτῷ1
15.227 ἔπλετο . ὅττι πάροιθε , νεμεσσηθεὶς ὑπόειξε
15.228 χεῖρας ἐμὰς , ἐπεὶ οὔ κεν ἀνιδρωτί̄ γ’ ἐτελέσθη .
15.229 ἀλλὰ σύ γ’ ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσανόεσσαν1
15.230 τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς .1
15.231 σοὶ δ’ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ .1, 2
15.232 τόφρα γὰρ , οὖν , οἱ . ἔγειρε μένος μέγα , ὄφρ’ ἂν , Ἀχαιοὶ1, 2
15.233 φεύγοντες . νῆάς τε καὶ Ἑλλήσποντον ΐκωνται·
15.234 κεῖθεν δ’ αὐτὸς ἐγὼ φράσομαι ἔργόν τε . ἔπος τε ,
15.235 ὥς κε , καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο·
15.236 ὡς ἔφατ’ , οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων ·
15.237 βῆ δὲ κατ’ Ἰ̈δαίων ὀρέων , ΐρηκι ἐοικὼς
15.238 ὠκέϊ , φασσοφόνῳ· ὅς τ’ ὤκιστος πετεηνῶν·
15.239 εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
15.240 ἥμενον , οὐδ’ έτι κεῖτο· , νέον δ’ ἐσαγείρετο θυμὸν .1
15.241 ἀμφὶ ἓ , γιγνώσκων ἑτάρους . ἀτὰρ , ἄσθμα καὶ ἱ̈δρὼς1
15.242 παύετ’ . ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο·
15.243 ἀγχοῦ δ’ ἱ̈στάμενος προσέφη ἑκάεργος Ἀπόλλων ·
15.244 Ἕκτορ . υἱὲ Πριάμοιο · τίὴ δὲ σὺ , νόσφιν ἀπ’ ἄλλων
15.245 ἧσ’ ὀλίγηπελέων . ῆ πού τι σε κῆδος ϊκάνει·1
15.246 τὸν δ’ ὀλιγοδρανέων , προσέφη κορυθαίολος Ἕκτωρ
15.247 τίς δὲ σύ ἐσσι φέριστε θεῶν . ὅς μ’ εἴρεαι άντην·
15.248 οὐκ ἀΐεις , ὅ με , νηυσὶν ἐπὶ πρύμνῃσιν Ἀχαιῶν .
15.249 οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
15.250 χερμαδίῳ πρὸς στῆθος , ἔπαυσε δὲ θούριδος ἀλκῆς·
msA, 15.73, commenting on 15.226 ἡδέ οι αὐτῷ ὁ Ἀσκαλωνίτης ἀξιοῖ ἐγκλιτικῶς ἀναγινώσκειν ἐπεὶ ἀπο προσώπου ἐπι πρόσωπον ἡ ἀναφορᾶ καὶ εἰς ἁπλῆν ἡ μετάληψις ἀντι γὰρ τῆς αὐτῷ δισυλλάβου· ἄμεινον δὲ πείθεσθαι , τοῖς περισπῶσι δια τὸ ἤδη διαστολὴν γεγενῆσθαι , δια τῆς ἐμοί , τὸ γὰρ ἑξῆς τοιοῦτον ἐστιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο ὥστε ἀπο κοινοῦ λαμβάνεσθαι τὸ ἔπλετο ῥῆμα , ὁμοίως δὲ καὶ ἐπ εκείνου κατ ορθὸν τόνον ἀνέγνωμεν τὴν οι Μέντορ μή σ’ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσῆος μνηστήρεσσι μάχεσθαι . ἀμυνέμεναι δέ οι αὐτῷ καὶ τὸ ἑξῆς ἐστι τοιοῦτον , μὴ πεισάτω σε Ὀδυσσευς ἡμῖν μάχεσθαι , αὐτῷ δὲ ἀμύνειν καὶ καθόλου ἡ οι ὁπότε προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν ὀρθοτονεῖσθαι θέλει εἴτε εἰς ἁπλὴν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον διὸ μεμπτπτον μεμπτὲον μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν , ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσσῃ ἐχρῆν γὰρ δια τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατ ορθὸν τόνον ἀναγινώσκεσθαι ⁑
msA, 15.74, commenting on 15.230 τῇ μάλ’ ἐπισσείων : φοβέειν ἥρωας καλεῖ καὶ οὐ μόνον τοὺς βασιλέας ὡς Ἵστρος ⁑
msA, 15.75, commenting on 15.231 σοὶ δ’ αὐτῷ μελέτῳ· ἀπο τούτου ἕως τοῦ ὥς κε καὶ αὖ τις Ἀχαιοὶ ἀθετοῦνται στίχοι πέντε ὅτι ἄκαιροι οἱ λόγοι ἐπι τοσοῦτον εγεῖραι τὸν Ἕκτορα ἕως ἐπι τὰς ναῦς φύγωσι . μετὰ δε ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας ἀναπλεῦσαι . καὶ ἄκαιρος ἡ πρόρρησις καὶ οὐ κεχαρισμένη τῷ Ἀπόλλωνι ⁑
msA, 15.76, commenting on 15.241 ἀμφι ἓ γινώσκων· ὀρθοτονητέον τὴν ε μεταλαμβάνεται γὰρ εἰς σύνθετον τὴν ἑαυτόν ἡ διπλῆ δέ ὅτι τὸ γινώσκων ἶσον ἐστι τὸ ἀναλεγόμενος καὶ ἀναμιμνησκόμενος τῆς ἑκάστου ὄψεως οὐκ εκ προχείρου γινώσκων ἀλλ’ οῖον ἀναγνωρίζων , καὶ κατ’ ὀρθὸν τόνον ἀναγνωστέον ἀμφι ἓ γινώσκων ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ μέρος σκοπῶν ⁑
msA, 15.77, commenting on 15.245 ἧσ’ ὀλίγηπελέων . δασυντέον τὸ ἧσαι προείρηται δὲ περὶ τούτου τὸ δὲ ὀλίγηπελέων ἕν ἐστιν ὅμοιον τῷ ὀλιγοδρανέων , τὸ δὲ ῆ πού τί σε , ὁ ῆ διαπορητικός ἐστι διὸ περισπαστέον ⁑
msAim, 15.34, commenting on 15.231 καὶ παρα Ἀριστοφα ἡθετοῦνται
msAim, 15.35, commenting on 15.232 Ἀρισταρχ τόφρ’ ὰν Ἀχαιοὶ μετ τοῦ τ ⁑
msAim, 15.36, commenting on 15.240 ουτ Ἀριστ δια τοῦ ε εἰ ἀγείρετο παρατατικῶς . ἄλλοι δὲ ἐσ ἀγείρατο δια τοῦ α ⁑
msAint, 15.24, commenting on 15.229 οτ τοῦ Διὸς ἡ αιγὶς ὁπλον Ἀπόλλωνι γοῦν δίδωσι
msAint, 15.25, commenting on 15.232 δια τοῦ τ τόφρ’ ἄν Ἀχαιοὶ αἱ Αρισταρχ ⁑