Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 196r

Manuscript msA, page 196r

image

prev: 195v next: 196v

Iliad text

15.251 καὶ δὴ ἔγωγ’ ἐφάμην νέκυας καὶ δῶμ’ Ἀΐδαοimage

15.252 ἤματι τῷδ’ ὄψεσθαι . ἐπεὶ φίλον ἄϊον ῆτορ·image1, 2, 3

15.253 τὸν δ’ αῦτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων .image

15.254 θάρσει νῦν , τοῖόν τοι ἀο̆σσητῆρα Κρονίωνimage

15.255 ἐξ ί̈δης προέηκε . παρεστάμεναι καὶ ἀμύνειν .image

15.256 Φοῖβον Ἀπόλλωνα χρυσάορον . ὅς σε πάρος περimage1

15.257 ῥύομ’ . ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον·image

15.258 ἂλλ’ άγε νῦν ἱ̈ππεῦσιν ἐπότρυνον πολέεσσι .image

15.259 νηυσὶν ἐπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵ̈ππους·image

15.260 αὐτὰρ ἐγὼ προπάροιθε κιὼν , ἵ̈πποισι κέλευθονimage

15.261 πᾶσαν λειανέω . τρέψω δ’ ἥρωας Ἀχαιούς ·image

15.262 ὣς εἰπὼν . ἔμπνευσε μένος μέγα ποιμένι λαῶν·image

15.263 ὡς δ’ ὅτε τις στατὸς ἵ̈ππος ἀκοστήσας ἐπι φάτνῃ·image

15.264 δεσμὸν ἀπορρήξας . θείη πεδίοιο κροαίνων .image

15.265 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο ,image1

15.266 κυδιόων . ὑψοῦ δὲ κάρη ἔχει . ἀμφι δὲ χαῖταιimage

15.267 ὤμοισ’ ἀΐσσονται . ὁ δ̀’ ἀγλαΐηφι πεποιθὼς .image

15.268 ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵ̈ππων·image

15.269 ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμαimage

15.270 ὀτρύνων ἱππῆας . ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν·image

15.271 οἱ δ’ ὥς τ’ . ἢ , ἔλαφον κεραὸν . ἢ ἄγριον αἶγαimage1

15.272 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται .image1

15.273 τὸν μέν τ’ ἠλίβατος πέτρη καὶ δάσκιος ὕληimage1, 2

15.274 εἰρύσατ’ , οὐδ’ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ῆεν·image

15.275 τῶν δέ θ’ ὑπὸ ἰ̈αχῆς ἐφάνη λὶς ἠϋγένειοςimage1

Scholia text

msA, 15.78, commenting on 15.252 ἥματι τῷ δ’ όψεσθαι : ὅτι ἄϊον ἀντι τοῦ ἐπησθόμην τοῦτο δέ ἐστι τῆς ψυχῆς μου ήψατο . καὶ ἐν ἄλλοις τοὶ δὲ πληγῆς ἀΐοντες ἐπαισθόμενοι τῆς πληγῆς τῷ εἴδει τὸ γένος ⁑image

msA, 15.79, commenting on 15.256 χρυσάορον , ἤτοι χρυσοφάσγανον ἠ χρυσοῦν τὸν ἀορτῆρα τῆς φαρέτρας ἔχοντα ἢ τῆς κιθάρας οὐκέτι δὲ τοῦ ξίφους . ἁγνὸς γὰρ ὁ θς καὶ Πίνδαρος χρυσάορα Ὀρφέα φασὶ τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα· Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν . καὶ τοὺς Ἀπόλλω βόας κλέψας εὑρεθη ὑπο τοῦ θυ δια τῆς μαντικῆς , ἀπειλουμένου δὲ τοῦ Ἀπόλλωνος ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπι τῶν ὤμων τόξα· μειδιάσας δὲ ὁ θς , ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον ἀφ ῆς καὶ χρυσόρραπις ὁ Ἑρμῆς προσηγορεύθη . ἔλαβεν δὲ παρ αυτοῦ τὴν λύραν ὅθεν καὶ χρυσρ ὠνομάσθη ἀπο τοῦ τῆς κιθάρας ἀορτῆρος ⁑image

msA, 15.80, commenting on 15.263-15.264 ακοστήσας ἐπι φάτνη : τὸ επι φάτνη δύναται καὶ τοῖς ἠγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι ἵν’ ᾖ τὸν ἐπι φάτνῃ συνδ ⁑image

msA, 15.81, commenting on 15.265 εἰωθὼς λούεσθαι· ἀπο τούτου ἕως τοῦ ῥίμφα ἑ γοῦνα φέρει . ἀθετοῦνται στίχοι δ καὶ ἀστερίσκοι παράκεινται , ὅτι οἱκειότερον ἐπ Αλεξάνδρου καὶ τὸ τῆς καλλονῆς καὶ τὸ τῆς ὅλης μορφῆς καὶ τὸ τῆς στάσεως τοῦ ἵππου προς τὸν ἐν θαλάμῳ διατετριφότα ἀντιπαράκειται ἥ τε κατα τὴν αἰφνίδιον εξόρμησιν ὁμοιότης . καὶ τὸ κυδιόων ὑψοῦ δὲ κάρη ἔχει ἐφ’ Ἕκτορος τοῦ ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας , οὐχ ἁρμόζει , τοὺς μέντοι προκειμένους τῶν ἡθετημένων δύο στίχους δεῖ μένειν προς οὓς καὶ ἡ ανταπόδοσις γίνεται ⁑image

msA, 15.82, commenting on 15.271 κεραόν· κεραὸν τινὲς τὸν ἄρσενα οὗτος γὰρ κερασφορεῖ· τί οὖν ἔστι τὸ χρυσόκερων ἔλαφον θήλειαν παρα Πινδάρω λεγόμενον ⁑image

msA, 15.83, commenting on 15.273 ἢλίβατος ἧς ἁμαρτάνομεν τῆς βάσεως , οἱ δὲ ἣν ὑφ’ ἡλίου μόνου βαινομέν , ἢ εἰς ἣν ἥλιος μόνος ἐπιβαίνει , ἵν’ ᾖ τὸν μέν θ’ ἡλίβατος πέτρη ⁑image

msA, 15.84, commenting on 15.273 δάσκιος , ἡ λίαν σκιώδης ἡ δασύσκιος τὸν ἔλαφον δὲ ἡ ὕλη τρέφει ὡς καὶ ἀλλαχοῦ ἐκ νομοῦ ὕλης πιόμενος ⁑image

msA, 15.300, commenting on 15.275 λίς παρὰ τὸ λιαρόν , ἠ τὸ ἑλεῖν , ἠ τὸ λεῖον λεῖος γὰρ ὅλος πλὴν τῆς χαίτης ἢ παρα τὸ λίαν φθείρειν ⁑image

msAil, 15.18, commenting on 15.252@ἄϊον απ έπνεονimage

msAim, 15.37, commenting on 15.252 Ἀρισταρχος ϊξεσθαι καὶ οὐκ άχαρις ἡ γραφηimage

msAint, 15.26, commenting on 15.272 Ἀρισταρχ ἐσσεύαντο δια τοῦ α καὶ ἅπασαι ⁑image