Manuscript msA, page 196v
| prev: 196r | next: 197r |
15.276 εἰς ὁδόν . αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας .
15.277 ὡς Δαναοὶ , είως μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
15.278 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
15.279 αὐτὰρ ἐπεὶ ἴ̈δον Ἕκτορ’ ἐποιχόμενον στίχας ἀνδρῶν .
15.280 τάρβησαν . πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός·1
15.281 τοῖσι δ’ ἔπειτ’ ἀγόρευε Θόας Ἀνδραίμονος υἱὸς
15.282 Αἰτωλῶν όχ’ ἄριστος . ἐπιστάμενος μὲν ἄκοντι·
15.283 ἐσθλὸς δ’ ἐν σταδίῃ . ἀγορῇ δέ ἑ , παῦροι Ἀχαιῶν
15.284 νίκων . ὁππότε κοῦροι ἐρίσσειαν περι μύθων·
15.285 ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
15.286 ὦ πόποι . ῆ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·
15.287 οἷον δ’ αὒτ’ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
15.288 Ἕκτωρ , ῆ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου1, 2
15.289 χερσὶν ὑπ’ Αἴαντος θανέειν Τελαμωνιάδαο ·
15.290 ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
15.291 Ἕκτορ’ . ὃ δὴ πολλῶν Δαναῶν ὑπο γούνατ’ ἔλυσεν·1
15.292 ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
15.293 Ζηνὸς ἐριγδούπου πρόμος ἵ̈σταται . ὧδε μενοινῶν·1
15.294 ἂλλ’ άγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
15.295 πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·
15.296 αὐτοὶ δ’ . ὅσσοι ἄριστοι ἐνι στρατῷ εὐχόμεθ’ εἶναι
15.297 στείομεν , ὥς κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες·1, 2
15.298 δούρατ’ ἀνασχόμενοι· τὸν δ’ οἴω καὶ μεμαῶτα
15.299 θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον·
15.300 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο·1
msA, 15.85, commenting on 15.277-15.278 ‡ ὡς Δαναοὶ εἵως , πάλιν τὸ εἵως ἀντι τοῦ τέως κεῖται· οὐκ ἄρα ὑποστιγμήν , ἀλλα στιγμὴν θετέον ἐπι τὸ ἀμφιγύοισιν ⁑
msA, 15.86, commenting on 15.280 παραὶ ποσὶ κάππεσε θυμὸς τὰς ψυχὰς ἐταπεινώθησαν ἅπαντες λιποψυχήσαντες τὴν σρίαν παρα τοῖς ποσὶν εἶχον ⁑
msA, 15.87, commenting on 15.288 ῆ θήν μιν , διαβεβαιωτικός ἐστι διὸ περισπαστέον αὐτόν ⁑
msA, 15.88, commenting on 15.297-15.298 ‡ δούρατ’ ἀνασχόμενοι , ἤτοι συναπτέον τῷ ἀντιάσαντες , ἠ διασταλτέον ἀπ αυτῶν ἵν’ ᾖ τὸ ἑξῆς στείομεν δούρατ’ ἀνασχόμενοι ⁑
msAext, 15.12, commenting on 15.297 εἴ κεν
msAil, 15.19, commenting on 15.291@Ἕκτορ’ α
msAim, 15.38, commenting on 15.288 οτ τὸ θὴν αντ τοῦ ποῦ ⁑
msAim, 15.39, commenting on 15.293 οτ ὅτι πρόμος σαφῶς ὁ πρόμαχος ⁑
msAim, 15.40, commenting on 15.297 γράφεται καὶ εί κεν ·
msAim, 15.41, commenting on 15.300 τῶ θυμῶ ἑκατέροις δύναται προς δίδοσθαι ⁑