Manuscript msA, page 197r
| prev: 196v | next: 197v |
15.301 οἱ μὲν ἂρ ἀμφ’ Αἴαντα · καὶ Ἰ̈δομενῆα ἄνακτα·1, 2
15.302 Τεῦκρον · Μηριόνην τε . Μέγην τ’ ἀτάλαντον Ἄρηϊ1
15.303 ὑσμίνην ἤρτυνον , ἀριστῆας καλέσαντες .
15.304 Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω
15.305 ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο·1
15.306 Τρῶες δὲ προύτυψαν ἀολλέες , ἦρχε δ’ ὰρ Ἕκτωρ
15.307 μακρὰ βιβὰς . πρόσθεν δ’ έκι’ αὐτοῦ Φοῖβος Ἀπόλλων1, 2, 3
15.308 ειμένος ὤμοιιν νεφέλην . ἔχε δ’ αἰγίδα θοῦριν .1
15.309 δεινὴν . ἀμφιδάσειαν , ἀριπρεπέ’ ἣν , ἄρα χαλκεὺς1, 2, 3
15.310 Ἥφαιστος Διὶ̈ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·1
15.311 τὴν ἂρ ὅ γ’ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν·
15.312 Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες . ῶρτο δ’ ἀϋτὴ
15.313 ὀξεῖ’ ἀμφοτέρωθεν , ἀπὸ νευρῆφι δ’ ὀϊστοὶ
15.314 θρῷσκον . πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν·
15.315 ἄλλα μὲν , ἐν χροῒ πήγνυτ’ ἀρηϊθόων αἰζηῶν .
15.316 πολλὰ δὲ καὶ μεσσηγὺ , πάρος χρόα λευκὸν ἐπαυρεῖν1
15.317 ἐν γαίῃ ἵ̈σταντο· λιλαιόμενα χροὸς ᾶσαι·
15.318 ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων ·
15.319 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ήπτετο· πῖπτε δὲ λαὸς ·
15.320 αὐτὰρ ἐπεὶ κατένῶπα ἰ̈δὼν Δαναῶν ταχυπώλων·1
15.321 σεῖσ’ . ἐπι δ’ αὐτὸς ἄϋσε μάλα μέγα . τοῖσι δὲ θυμὸν
15.322 ἐν στήθεσσιν , ἔθελξε . λάθοντο δὲ θούριδος ἀλκῆς·
15.323 οἳ δ̀’ ὥς τ’ ἠὲ βοῶν ἀγέλην . ἢ πῶϋ μέγ’ οἰῶν
15.324 θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ·
15.325 ἐλθόντ’ ἐξαπίνης , σημάντορος οὐ παρεόντος .1
msA, 15.89, commenting on 15.302 ‡ Μέγην τ’ ἀτάλαντον . Ἀρίσταρχος βαρύνει ὡς Μέσθλην τὲ Γλαυκόν τε , καὶ ἐπείσθη ἡ παράδοσις· ὁ δὲ Ἀσκαλωνίτης καὶ ἀλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν , τὰ γὰρ εἰς ησ λήγοντα φασὶν βαρύτονα δισύλλαβα ἀπο βραχείας ἀρχόμενα περισσουλλάβως κλίνεται , λέβητ Λάχητα . εἰ δ’ οὐχ οὕτως ἐκλήθη δῆλον ότι περισπασθήσεται . ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ , ὡς ἀπο βαρυτόνου Φυλλείδην τε Μέγητα . ὅτε μὴ οὔτως ἔχη περισπασθήσεται ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητ , ἔστιν δὲ ὑπερ τοῦ Ἀριστάρχου προς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν ὅτι οὐχ ἁπλῶς τὰ εἰς ῆσ . ἀλλα τὰ εἰς τῆς λήγοντα τὴν προειρημέ ἀναδέχεται κλίσιν ἔπεὶτὰ πολλά ἐστι διχῶς κεκλιμένα τὸ γοῦν Μύνης ὁ μεν ποιητὴς περιττοσυλλάβως ἔκλινεν πέρσεν δὲ πο θείοίο Μύνητος · ὁ δε Σοφοκλῆς ϊσοσυλλάβως Μύνου τ’ Ἐπιστρόφου γε μύκητά τε καὶ μύκην εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις , καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι δῆλος ἐστι Ἑκαταῖος οὕτος κλίνας . φησὶ γὰρ καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος τὸν μύκην εὗρεν ἀποπεπτωκότα . ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν , ἠ λύχνοιο μύκητες ἀγείρονται περι μοίραν καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ , καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον· οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης ⁑
msA, 15.90, commenting on 15.307 μακρὰ βιβᾶς βιβῶν πᾶσαι εἶχον , Ζηνόδοτος , βοῶν , ἐπεὶ καὶ ἑξῆς φησὶν ἐπι δ’ αὐτὸς ἄϋσε μάλα μέγα ⁑
msA, 15.91, commenting on 15.309 ἀμφιδάσειαν : πανταχόθεν τετριμμένην οἱ μὲν ἀμφίμαλλον . οἱ δὲ κυκλο δάσειαν δια τους θυσάνους ὑφ ἓν δὲ τὸ ὄνομα ⁑
msA, 15.92, commenting on 15.309 ἀμφιδάσεια , τρίτη ἀπο τέλους ἡ ὀξεῖα ὁμοίως τὸ χαλκοβάρεια , ὅτι δὲ οὐχ ὡς οίεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων σύνθετόν ἐστιν , ἀλλα παρασύνθετον , εἴρηται ἡμῖν ἐν τῷ περι τοῦ ἠριγένεια ⁑
msA, 15.93, commenting on 15.310 Ἥφαιστος Διῒ δῶκε ὅτι σαφῶς Διῒ ἐσκεύασται , ἡ αἰγὶς καὶ οὐκ έστιν Ἀθηνᾶς καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν ⁑
msA, 15.94, commenting on 15.316-15.317 λιλαιόμενα χρυσὸς ᾶσαι , ἐφιέμενα ἐπιθυμοῦντα τὸν ἐφ οὓς ἐβάλλετο ἐν τῇ δια μέσου γῆ ἐπήγνυτ ἐστι δὲ λῶ λαίω ὡς κερῶ κεραίω . εἶτα λιλαίω ⁑
msA, 15.95, commenting on 15.320-15.321 αὐτὰρ ἐπεὶ κατ ενῶπα : Ἀρίσταρχος ὡς κατα δῶμα ἀπ ευθείας τῆς ὢψ ἥτις αἰτιατικὴν ἔχει τὴν ῶπα . ὁ δε Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα οἷς καὶ βέλτιον πείθεσθαι ἵνα ᾖ ἀπο τοῦ κατενώπια κατα συγκοπὴν κατένωπα ὡς μηρία μῆρα , σιτία σῖτα . ἔν ἐστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως ὡς ἔστιν εὑρώπη ἡ πρόσοψις ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῆ , παρ’ ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν . ὃν οὖν τρόπον τὴν ϊωκὴν ϊῶκα εἶπεν μεταπλάσας οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως . ὑποστιγμὴ δὲ κατα τὸ τελος τοῦ στίχου καὶ σεῖσαι τὸν δὲ περιττεύοντος τοῖσι δὲ θυμόν ⁑
msAext, 15.13, commenting on 15.307 βιβῶν
msAext, 15.14, commenting on 15.308 είμενος
msAil, 15.20, commenting on 15.301@Αἴαντα ε
msAil, 15.21, commenting on 15.309@ἀριπρεπέ’ α
msAil, 15.22, commenting on 15.325@ἐλθόντ’ ε
msAim, 15.42, commenting on 15.305 προς το σχημα οτ πληθυντικῶς ἀπήντηκεν ⁑
msAim, 15.43, commenting on 15.307 Ἀρισταρχ βιβῶν
msAim, 15.44, commenting on 15.316 οτ αντ χροὸς ἐπαυρεῖν ἐπιτυχεῖν :
msAint, 15.27, commenting on 15.301 Ζηνοδ καὶ Αριστοφα Αἴαντε δυϊκῶς ⁑
msAint, 15.28, commenting on 15.308-15.309 διασταλτέον καθ ὲν ἔμφασις γὰρ μαλλον .
msAint, 15.29, commenting on 15.320 Αρίσταρχ προπερισπᾷ κατενῶπα ⁑