Manuscript msA, page 197v
| prev: 197r | next: 198r |
15.326 ὡς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες , ἐν γὰρ Ἀπόλλων
15.327 ῆκε φόβον , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν·
15.328 ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης·
15.329 Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε·
15.330 τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων·1, 2
15.331 τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
15.332 Αἰνείας δὲ Μέδοντα καὶ Ἴ̈̄ασον ἐξενάριξεν·
15.333 ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο1
15.334 ἔσκε Μέδων · Αἴαντος ἀδελφεὸς . αὐτὰρ ἔναιεν
15.335 ἐν Φυλάκῃ . γαίης ἀπο πατρίδος , ἄνδρα κατακτὰς1
15.336 γνωτὸν μητρυϊῆς Ἐριώπιδος , ἣν ἔχ’ Ὀϊλεύς ·1
15.337 Ἴ̈ασος αὖτ’ , ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο·
15.338 υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο ·1
15.339 Μηκιστῆ δ’ ἕλε Πουλυδάμας , Ἐχίον δὲ Πολίτης1
15.340 πρώτῃ ἐν ὑσμίνῃ , Κλονίον δ’ ἕλε δῖος Ἀγήνωρ ·
15.341 Δηΐοχον δὲ Πάρις βάλε , νείατον . ὦμον ὄπισθε ,
15.342 φεύγόντ’ ἐν προμάχοισι· δια πρὸ δὲ χαλκὸν ἔλασσεν·
15.343 ὄφρ’ οἳ , τοὺς , ἐνάριζον ἀπ’ έντεα . τόφρα δ’ Ἀχαιοὶ1
15.344 τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ·1
15.345 ἔνθα καὶ ἔνθα φέβοντο· δύοντο δὲ τεῖχος ἀνάγκῃ·
15.346 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
15.347 νηυσὶν ἐπισσεύεσθαι· ἐᾶν δ’ ἔναρα βροτόεντα·1
15.348 ὃν δ’ ἂν , ἐγὼν ἀπάνευθε , νεῶν ἑτέρωθι νοήσω ,
15.349 αὐτοῦ οἱ θάνατον μητί̄σομαι . οὐδέ νῠ τόν γε
15.350 γνωτοί τε γνωταί τε . πυρὸς λελάχωσι θανόντα·1
msA, 15.96, commenting on 15.330 ‡ τὸν μὲν Βοιωτῶν ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντηκεν ὁ γὰρ Ἀρκεσίλαος ἐστι Βοιωτός ⁑
msA, 15.97, commenting on 15.333 ἤτοι ὁ μεν νόθος ὅτι το Ὀϊλεὺς σὺν τῷ ο , καὶ ὅτι πρὸς τὸ πρότερον ἀπήντηκε παρα τὸ ἔθος καὶ ἐξ ονόματος ἐπανέλαβεν ⁑
msA, 15.98, commenting on 15.335 ἐν Φυλάκη , αὕτη πο Θεσσαλίας , βαρυτόνως δὲ ἀναγνωστέον ὡς Ἱ̈θάκη ὡς πρὸς αντιδιαστο τοῦ δεσμωτηρίου ⁑
msA, 15.99, commenting on 15.338 ὑιὸς δὲ Σφήλοιο , ὡς φίλοιο ἐστι δὲ καὶ κανῶν ὡς τὰ εἰς λος δισύλλαβα τῷ η παραληγόμενα κύρια ὄντα βαρύνεσθαι θέλει Τῆλος Μῆλος βῆλος οὕτως οὖν καὶ Σφῆλος · τὰ μέντοι προσηγορικὰ ὀξυτονεῖται· πηλός χηλος καὶ βαρύνεται ὡς δῆλος τὸ ἐπιθετικὸν καὶ ῆλος καὶ ζῆλος , περι ὦν εἰρήσεται ἡμῖν ἐν τοῖς περὶ καθολικῆς προσῳδίας ⁑
msA, 15.100, commenting on 15.339 Μηκιστῇ δ’ ἕλε ὁμοίως τῷ ἐνθ’ αῦτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί , καὶ ἥτοι ἀπεκόπη ἡ Μηκιστῇα αἰτιατικὴ ἡ Δορικῶς κέκλιται ὅπερ μοι δοκεῖ ⁑
msA, 15.101, commenting on 15.343 ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ έντεα : ἕως οὗ αὐτοὶ τούτους ἐσκύλευον ἀφαιρούμενοι αὐτῶν τὰ ἡμαγμένα ὅπλα ⁑
msA, 15.102, commenting on 15.346-15.348 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο : ἡ συνήθεια συνάπτει . καὶ τὸ νηυσὶν ἐπισσεύεσθαι ἵνα ἡ μετάβασις ἡ ἀπο τοῦ διηγηματικοῦ ἐπι τὸ μιμητικὸν ἦ· ὃν δ ἂν ἐγὼν ἀπάνευθε ·
msA, 15.103, commenting on 15.347 νηυσὶν ἐπισσεύεσθαι : ὅτι Ζηνόδοτος γράφει ἐπισσεύεσθον συγχεῖται δὲ τὸ δυϊκὸν κατὰ πλειόνων τασσόμενον ⁑
msAext, 15.15, commenting on 15.339@Μηκιστῆ-δ Μηκιστὴνδ’
msAim, 15.45, commenting on 15.336 οτ γνωτὸς ὁ αδελφὸς καὶ Ἐριωπ ον κύριον :
msAim, 15.46, commenting on 15.350 ἀντι τοῦ λαχεῖν ποιήσουσιν ⁑
msAint, 15.30, commenting on 15.330 γρ καρτεροθυμων ⁑
msAint, 15.31, commenting on 15.344 ἐμπελάσαντες ⁑