Manuscript msA, page 198r
| prev: 197v | next: 198v |
15.351 ἀλλὰ καὶ ες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο·1
15.352 ὡς εἰπὼν . μάστιγι κατωμαδὸν ήλασεν ἵ̈ππους·
15.353 κεκλόμενος Τρώεσσιν ἐπι στίχας . οἱ δὲ συν αυτῷ
15.354 πάντες ὁμοκλήσαντες έχον ἐρυσάρματας ἵ̈ππους
15.355 ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
15.356 ῥεῖ’ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρίπων1
15.357 ἐς μέσσον κατέβαλλε , γεφύρωσεν δὲ κέλευθον
15.358 μακρὴν ἠ δ̀’ εὐρεῖαν . ὅσον τ’ ἐπὶ δουρὸς ἐρωῆ
15.359 γίνεται . ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι·1
15.360 τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδὸν . πρὸ δ’ Ἀπόλλων1
15.361 αἰγίδ’ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν1
15.362 ῥεῖα μάλ’ . ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης·
15.363 ὅς τ’ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν .1
15.364 ὰψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων .
15.365 ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν1
15.366 σύγχεας Ἀργείων . αὐτοῖσι δὲ φῦζαν φύζαν ἐνῶρσας·
15.367 ὡς οἱ μὲν , παρὰ νηυσὶν ἐρητύοντο μένοντες·
15.368 ἀλλήλοισί τε κεκλόμενοι , καὶ πᾶσι θεοῖσι
15.369 χεῖρας ἀνίσχοντες , μεγάλ’ εὐχετόωντο ἕκαστος·
15.370 Νέστωρ αὖτε μάλιστα Γερήνιος . οὖρος Ἀχαιῶν
15.371 εὔχετο χεῖρ’ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
15.372 Ζεῦ πάτερ . εἴ ποτέ τις τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
15.373 ἠ βοὸς ἢ ὄϊος καταπίονα μηρία καίων
15.374 εὔχετο νοστῆσαι . σὺ δ’ ὑπέσχεο καὶ κατένευσας .
15.375 τῶν μνῆσαι . καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ·
msA, 15.104, commenting on 15.351 ‡ ἀλλα κύνες ἐρύουσι , ἡ διπλῆ ὅτι ἐνεστῶτι ἀντι μέλλοντος κέχρηται ἐρύουσιν ἀντι τοῦ ἐρύσουσι , τρίτη δὲ ἀπο τέλους ἡ ὀξεῖα ἐπι τὸ ἐρύουσιν εἴρηται δὲ περι τῆς προσῳδίας ἐν τῇ ⁑
msA, 15.105, commenting on 15.356 ῥεῖ όχθας καπέτοιο βαθείης ποσσὶν ἐρίπων : ὅτι Ζηνόδοτος γράφει χερσίν εὐλογώτερον δὲ μὴ κατακύπτειν τὸν θν , ἀλλα τοῖς ποσὶ συγχεῖν ⁑
msA, 15.106, commenting on 15.359 πειρώμενος ᾗσι , ἐπεκτεταται τὸ ᾗσι ἀντι γὰρ τοῦ ῇ ἐστιν ὑποτακτικοῦ , ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφ ᾗ διὸ καὶ μετα τοῦ ϊ γράφεται καὶ δασύνεται ἀπο γὰρ τοῦ ἴημι δασυνόμένου κέκλητ ⁑
msA, 15.107, commenting on 15.360 τῇ ρ’ οἵ γε προχέοντο φαλαγγηδόν , τῶν τετηῥημένων ἐστι καὶ αὑτῆ ἡ στιγμη ἐπὶ τοῦ ὀκτωκαιδεκάτου χρόνου ὀλίγαι δέ εἰσὶ παρ Ὁμήρῳ τοιαῦται
msA, 15.108, commenting on 15.365 ὥς ῥα σὺ ἤϊε , Ἀρίσταρχος δασύνει ἀπο τῆς έσεως τῶν βελῶν οἱ δὲ περι τὸν Κράτητα ψιλῶς ἀπο τῆς ϊάσεως καὶ οὕτως ἐπείσθησαν οἱ γραμματικοὶ προς διάφορον ἐτυμολογίαν διαφόρως ἀναγινώσκειν· ἀγνοοῦσι δὲ , ὅτι ὁ χαρακτηρ μάχεται ἀεὶ γὰρ τὸ η προ φωνήεντος ψιλοῦται , ἠώς ἤϊα ταύτη καὶ τὸ ἥϊε ξείνον θέμις ἐστὶ δασύνεται· τὸ δὲ ἠὼς ψιλοῦται , καὶ τὸ ἕως δασύνεται . τὸ δὲ ἠὼς ψιλοῦται , καὶ τὸ ἥλιος δασύνεται το δὲ ἠέλιος ἐψιλώθη . ὥστε εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου μόνως ψιλωτέον ⁑
msAint, 15.32, commenting on 15.361 στικτεον ἐπι τὸ ἐριτιμον λειπ δὲ τὸ ἦν ⁑
msAint, 15.33, commenting on 15.363 βέλτιον μετα τὸ ἡπιέησιν υπστικτέον ⁑