Manuscript msA, page 199r
| prev: 198v | next: 199v |
15.401 ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω· αὐτὰρ ἔγωγε
15.402 σπεύσομαι εἰς Ἀχιλῆα · ἵ̈ν’ ὀτρύνω πολεμίζειν·
15.403 τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω1
15.404 παρειπών . ἀγαθὴ δὲ παραίφασίς . ἐστιν ἑταίρου·
15.405 τὸν μὲν ἂρ ὣς εἰπόντα πόδες φέρον . αὐτὰρ Ἀχαιοὶ1
15.406 Τρῶας ἐπερχομένους μένον ἔμπεδον . οὐδ’ ἐδύναντο
15.407 παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·1
15.408 οὐδέ ποτε Τρῶες · Δαναῶν ἐδύναντο φάλαγγας
15.409 ῥηξάμενοι . κλισίῃσι μιγήμεναι οὐδὲ νέεσσιν·
15.410 ἂλλ’ ὥς τε στάθμη δόρυ νήϊον ἐξῑθύνει1
15.411 τέκτονος ἐν παλάμῃσι δαί̈μονος . ὁς ῥά τε πάσης
15.412 εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης ·1, 2, 3
15.413 ὡς μὲν τῶν ἐπὶ ῖ̈σα μάχη τέτατο πτόλεμός τε·
15.414 ἄλλοι δ’ ἀμφ’ ἄλλησι μάχην ἐμάχοντο νέεσσιν·1
15.415 Ἕκτωρ δ’ ἄντ’ Αἴαντος εείσατο κυδαλίμοιο·
15.416 τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον· οὐδὲ δύναντο·
15.417 οὔθ’ ὃ , τὸν . ἐξελάσαι· καὶ ἐνιπρῆσαι πυρὶ νῆας .1, 2
15.418 οὔθ’ ὃ , τὸν , ὰψ , ὤσασθαι . ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων·
15.419 ἔνθ’ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας1, 2
15.420 πῦρ ἐς νῆα φέροντα . κατὰ στῆθος βάλε δουρί·
15.421 δούπησεν δὲ πεσὼν . δαλὸς δέ οἱ ἔκπεσε χειρός·
15.422 Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψῐὸν ὀφθαλμοῖσιν .
15.423 ἐν κονίῃσι πεσόντα . νεὸς προπάροιθε μελαίνης·
15.424 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο , μακρὸν ἀΰσᾱς·
15.425 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ .
msA, 15.114, commenting on 15.403 τίς δ’ οἶδ’ σὺν δαίμονι θυμὸν ορίνω· ὅτι ουτ εἴρηκεν αὐτῷ τὸν θυμὸν ὀρίνω . ἀντι τοῦ εἰ αὐτοῦ τὸν θυμὸν ορίναιμι ⁑
msA, 15.115, commenting on 15.405 τὸ μὲν ὰρ ὡς εἰπόντ πόδες φέρον : ὅτι οἱ πόδες αὐτὸν ἔφερον . οὐκ αὐτὸς τοὺς πόδας . ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτ γράφοντα ῥίμφ’ έα γοῦνα φέρει ⁑
msA, 15.116, commenting on 15.407 παυροτέρους περ εόντας : ὅτι σαφῶς οἱ Τρῶες ἐλάττονες συνίστανται τῶν Ἑλλήνων , καὶ τῶν επικούρων ἐξεληλυθότων ⁑
msA, 15.117, commenting on 15.410 στάθμη . εργαλεῖον τεκτονικὸν ἡ και κατευθυντηρία λεγομένη ἐξιθύνει δὲ ἶσον ποιεῖ ἐξορθοῖ τούτῳ δὲ κανονίζεται τὰ ξύλα , ἔστι δὲ σχοινίον λεπτὸν ἐρυθρῶ ἡ μέλανι χρώματι βεβαμμένῳ ⁑
msA, 15.118, commenting on 15.412 εὖ εἰδῇ σοφίης ἔμπειρος τεκτονικῆς τὸ γὰρ παλαιὸν πᾶς τεχνίτης σοφὸς ὠνομάζετο συγκεχυμένω ὀνόματι ὕστερον δὲ Πυθαγόρας τοῦτο μεμψάμενος σοφὸν μὲν μόνον τὸ θεῖον εῖπεν ὀνομάζεσθ ⁑
msA, 15.119, commenting on 15.412 καὶ φιλοσοφίαν μόνην τὴν ἔχουσαν τὸ τέλειον καὶ ἄπταιστον ⁑
msA, 15.120, commenting on 15.414 ἄλλοι δ’ ἀμφ’ ἄλλησι μάχην : ὅτι ἐκ τούτου διεσκεύασται ὁ τῆς τειχομαχ στίχος ἄλλοι δ’ ἀμφ’ άλλησι μάχην ἐμάχοντο πύλῃσι ⁑
msA, 15.121, commenting on 15.417 οὐθ’ ὃ τὸν ἐξελάσαι : Ἀρίσταρχος χωρὶς τοῦ σ γράφει νῆα προεῖπε γὰρ τὼ δὲ περι μιᾶς νηὸς ἔχον πόνον ’ ⁑
msA, 15.122, commenting on 15.419 ἔνθ’ υἷα Κλυτίοιο . ὅτι οῦτος ὁ Κλυτίος ἐστιν ἀδελφὸς Πριάμου · Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμοιο Λάμπον τε Κλυτίον τε ⁑
msA, 15.123, commenting on 15.419 Καλήτορα : Καλήτωρ ἀνεψιὸς Ἕκτορος . ἔστι δὲ καὶ ἕτερος Κλυτιος ὁμώνυμος . καὶ Δόλοπα Κλυτίδην ⁑
msAil, 15.24, commenting on 15.X@εείσατο ἐπῆλθεν
msAim, 15.50, commenting on 15.428 οτ αγῶνι τῷ ἀθροίσματι τῶν νεῶν εστι τῷ ⁑
msAint, 15.36, commenting on 15.412 οτ ἅπαξ ἐνταυθ σοφίαν ὼνομασεν τὴν τεκτονικὴν τέχνην ⁑
msAint, 15.37, commenting on 15.417 Ἀρισταρχ νῆα · ἀλλοι δὲ νῆας ⁚