Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 199v

Manuscript msA, page 199v

image

prev: 199r next: 200r

Iliad text

15.426 μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε ,image

15.427 ἂλλ’ υἷα Κλυτίοιο σαώσατε· μή μιν Ἀχαιοὶimage

15.428 τεύχεα συλήσωσι . νεῶν ἐν ἀγῶνι πεσόντα·image1

15.429 ὡς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·image

15.430 τοῦ μὲν ἅμαρθ’ . ὁ δ’ ἔπειτα Λυκόφρονα · Μάστορος υἱὸν ,image

15.431 Αἴαντος θεράποντα· Κυθήριον · ὅς ῥα παρ’ αὐτῷimage

15.432 ναῖ’ ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι·image1, 2

15.433 τόν ῥ’ ἔβαλεν κεφαλὴν . ὑπὲρ ούατος· ὀξέϊ χαλκῷimage

15.434 ἑσταότ’ ἄγχ’ Αἴαντος . ὁ δ’ ὕπτιος ἐν κονίῃσιimage

15.435 νηὸς ἀπο πρυμνῆς χαμάδις πέσε . λύντο δὲ γυῖα·image

15.436 Αἴας δ’ ἐρρίγησε . κασίγνητον δὲ προσηύδα·image1

15.437 Τεῦκρε πέπον· δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖροςimage1

15.438 Μαστορίδης · ὃν νῶϊ Κυθηρόθεν ἔνδον , ἐόντα·image

15.439 ἶ̈σα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·image1

15.440 τόν δ’ Ἕκτωρ μεγάθυμος ἀπέκτανε . ποῦ νύ̆ τοι ἰ̈οὶimage

15.441 ὠκύμοροι· καὶ τόξον . ὅ τοι πόρε Φοῖβος Ἀπόλλων ·image1

15.442 ὡς φάθ’ . ὁ δὲ ξυνέηκε , θέων δέ οἱ ἄγχι παρέστηimage

15.443 τόξον ἔχων ἐν χειρὶ παλίντονον . ἠδὲ φαρέτρηνimage

15.444 ἰ̈οδόκον . μάλα δ’ ῶκα βέλεα Τρώεσσιν ἐφίει·image1, 2

15.445 καί ῥ’ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν·image1

15.446 Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοίδαο .image

15.447 ἡνία χερσὶν ἔχοντα· ὁ μὲν πεπόνητο καθ’ ἵππους .image

15.448 τῇ γὰρ έχ’· ῇ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες·image

15.449 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ’ αὐτῷimage

15.450 ἦλθε κακόν . τό οἱ οὔ τις ἐρύκακεν , ϊεμένων περ .image1

Scholia text

msA, 15.124, commenting on 15.431-15.433 Αἴαντος θεραποντ Κυθήριον : άπο Κυθήρων Κυθηρα δὲ νησί διον τῆς λακονικῆς Ἀφροδιτ ἱερὸν ἔνθεν καὶ Κυθέρειαν ὀνομάζουσι τὴν θεον : τὸ ἑξῆς . Λυκόφρονα ἔβαλε κεφαλὴν ὑπὲρ ούατος , τὰ δὲ ἄλλα ὡς δια μέσου διορθωτέον ⁑image

msA, 15.125, commenting on 15.432 ναῖ’ ἐπεὶ ἄνδρα : ὅτι ἐλλείπει ἡ εν . ἔστιν γὰρ ἐν Κυθήροις . καὶ ὅτι ἀπόδειξις τοῦ συνεσταλμενως ἐκφέρειν τὸ κατέκτα καὶ ἐν Ὀδυσσείᾳ ἐκτα συν οὐλομένη ἀλόχῳ ⁑image

msA, 15.126, commenting on 15.437 Τεῦκρε πέπον ἄξιον ἀποδέξασθαι τὴν συνήθειαν μετα τὸ πέπον στίξασαν καὶ μὴ μετὰ τὸν δὴ σύνδεσμον ⁑image

msA, 15.127, commenting on 15.439 ἰσα φίλοισι τοκεῦσιν ὅτι Ζηνοδοτος γράφει ἶσα φίλοισι τέκεσσι · οὐχ αρμόζει δὲ τοὺς περι τὸν Αἴαντα νέους ὄντας λέγειν τέκεσσιν πρὶν γὰρ παιδοποιήσουσιν ἐστρατεύσαντο ⁑image

msA, 15.128, commenting on 15.441 ὠκύμοροι , καὶ τόξον ὅτι τόξον λέγει οὐ τὸ σκεῦος τὸ πολεμικόν ἀλλα τὴν τοξικὴν τέχνην ⁑image

msA, 15.129, commenting on 15.444 ἰοδόκον , πιθανώτερον Ἀλεξίων παροξύνει ὡς ξεινοδόκον ἐπεὶ αὑτὴ ἡ φαρετρα δεχεται καὶ ἔστιν ἐνεργητικόν ⁑image

msA, 15.130, commenting on 15.444 ἰόδὸκον προπαροξυτόνως τινὲς τὸν δεχόμενον ἰ̈ούς , ξεινοδόκον δὲ τὸν ξενίχοντα παροξυτόνως . ἠ τὸν ξένους δοκεύοντα . καὶ Ἀτταλος δὲ παροξύνει ⁑image

msA, 15.131, commenting on 15.445 καί ρ’ ἔβαλλε Κλειτὸν , Κλειτὸς ὄνομα κύριον ὀξυντέον δὲ ὁμοιως τῷ επιθετῳ επειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον ⁑image

msA, 15.132, commenting on 15.449-15.451 Ἕκτορι καὶ Τρώεσσι · ἀθετοῦνται στίχοι Γ καὶ ἀστερίσκοι παράκεινται ὅτι ἐπὶ Ἱπποθόου τοῦ ἐπικούρου ἁρμόζει ἐν τῆ Ϊ Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος ἐπὶ δὲ τούτου καθάπερ νῦν οὐχ ἁρμόζει οὐ γὰρ Ἕκτορι χαριζόμενος , ἀλλ’ ἑαυτῷ καὶ πρι καὶ τὰ τῆς πληγῆς ἀνακόλουθα· πῶς γὰρ ὁ ἀντίον ηνιοχῶν ἐπὶ τὰ ὄπισθε κατα τὸν αὐχένα τύπτεται ὕστερον δὲ ἐν τοῖς Περὶ τοῦ ναυσταθμου ἀπολογεῖται τὸν γὰρ ἡνίοχον φασὶν ἀπεστράφθαι προς τὸ παιδίον καὶ τοὺς ἵππους . τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπι τοῦ δίφρου ἵνα ἀπο τοῦ ἴσου γένηται ἡ μάχη . ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι ἀντι τοῦ αὐχένος ὄπισθεν ⁑image

msAext, 15.16, commenting on 15.436 Αἴαςδὲρίγησεimage

msAil, 15.25, commenting on 15.432@κατέκτα ολυκόφρωνimage

msAim, 15.51, commenting on 15.437-15.438 οτ παραλληλως καὶ διδασκαλικῶς η διαφο τοῦ νωϊν καὶ νῶϊ ⁑image

msAim, 15.52, commenting on 15.450 διχῶς Ἀρισταρχ καὶ ϊεμένῳ . καὶ ϊεμένων ⁑image