Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 19r

Manuscript msA, page 19r

image

prev: 18v next: 19v

Iliad text

1.352 μῆτερ· ἐπεί μ’ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα .image1

1.353 τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαιimage1, 2, 3, 4

1.354 Ζεὺς ὑψιβρεμέτης . νῦν δ’ οὐδέ με τυτθὸν ἔτισεν·image1, 2, 3

1.355 ῆ γάρ μ’ Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων image

1.356 ἠτίμησεν . ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας·image1, 2

1.357 ὡς φάτο δάκρυ χέων· τοῦ δ’ ἔκλυε πότνια μήτηρimage1

1.358 ἡμένη ἐν βένθεσσιν ἁλὸς . παρὰ πατρὶ γέροντι·image1, 2

1.359 καρπαλίμως δ`’ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ’ ὁμίχλη·image1

1.360 καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο δάκρυ χέοντος·image1

1.361 χειρὶ τέ μιν κατέρεξεν· ἔπος τ’ ἔφατ’ . ἔκ τ’ ὀνόμαζε·image1, 2

1.362 τέκνον· τί κλαίεις· τί δέ σε φρένας ἵ̈κετο πένθος·image1

1.363 ἐξαύδᾱ· μὴ κεῦθε νόῳ· ἵνα εἴδομεν ἄμφω·image1, 2, 3, 4

1.364 τηνδὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεΰς ·image1, 2, 3

1.365 οἶσθα· τίή τοι ταῦτ’ εἰδυίῃ πάντ’ ἀγορεύω·image1, 2, 3, 4

1.366 ᾠχόμεθ’ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος ·image1, 2, 3, 4

1.367 τηνδὲ διεπράθομέν τε . καὶ ἤγομεν ἐνθάδε πάντα·image1

1.368 καὶ τὰ μὲν εὖ δάσσαντο μετα σφίσιν υἷες Ἀχαιῶν .image1, 2

1.369 ἐκ δ’ έλον Ἀτρείδῃ Χρυσηΐδα καλλιπάρηον·image

1.370 Χρύσης δ’ αὖθ’ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος .image

1.371 ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων·image

1.372 λυσόμενός τε θύγατρα· φέροντ’ ἀπερείσι’ ἄποινα·image

1.373 στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος image1

1.374 χρυσέῳ ἀνὰ σκήπτρῳ· καὶ λίσσετο πάντας Ἀχαιοὺς .image1

1.375 Ἀτρείδᾱ δὲ μάλιστα δύω κοσμήτορε λαῶν·image

1.376 ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ image

Scholia text

msA, 1.988, commenting on 1.353 Ὀλυμπιος ὁ Ὄλυμπος ὄρος τῆς Μακεδονίας ὑψηλότατον ἱερον καὶ οι κητηριον τῶν θεῶν· ἀλληγορικῶς δὲ ὁ οὐρανός·image

msA, 1.989, commenting on 1.354 ὑψιβρεμετης βρόμος κυρίως ὁ τοῦ πυρὸς ῆχος ὅθεν καὶ τὸν ἀπο πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν ⁑image

msA, 1.990, commenting on 1.357 πότνια σεπτή οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕδεσι τῶν θεῶν ἡ παρα τὸν πότμον ἡ εὐτυχής ὅς ἐστιν ἀπο τοῦ πέσεῖν παρα ποσὶ γυναικὸς καὶ ποτνιασθαι δὲ τὸ προσπίπτειν καὶ παρακαλεῖν ⁑image

msA, 1.991, commenting on 1.358 παρα πρι γέροντι τῷ Νιρεῖ · τὸν δὲ Νηρέα οἱ ποιηταὶ παριστῶσιν ἡμιν δαίμονα θαλάσσιον ἀφ οὗ καὶ Δωρίδος τῆς Ωκεανοῦ αἱ Νιρεΐδες ⁑image

msA, 1.992, commenting on 1.361 χειρὶ τέ μιν κατέρεξεν στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατο καὶ ὠνόμαζεν ἡ περίοδος γὰρ καθ εαυτὴν ἑκάστη ⁑image

msA, 1.993, commenting on 1.364 τὴν δὲ βαρυ στενάχων βαρύνεται ἡ μετοχή διδασκόμεθα δὲ ἐξ εκείνου τὺς δὲ βαρυ στενάχων μετέφη κρείων Ἀγαμεμνων · χειρὸς ἔχων Μενέλαον ἐπεστενάχοντο δ’ ἑταῖοι ἡ γὰρ ἐπίζευξις τοῦ ἐπεστενάχοντο διδάσκει ὅτι καὶ τὸ στενάχω βαρύνεται εἰ γὰρ ῆν περισπώμενον ἐστεναχοῦντο εγίνετο ὡς ἐννοοῦντο . καὶ ἡ κλήσις δὲ τοῦτο δείκνυσι βαρὺ δὲ στενάχοντος ἄκουσα οὐχι στεναχοῦντος . καὶ ἡ δοτικῆ τῷ δὲ βαρυ στενάχοντι ⁑image

msA, 1.994, commenting on 1.363 ἵνα εἴδομεν προπαροξύνεται τὸ εἴδομεν ἀπo βαρυτόνου τοῦ είδω οὐ θαῦμα δὲ εἰ τὸ αυτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον κλίνει ἢ ὅτι ἀνθ’ ὑποτακτικοῦ ἐστι καὶ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον ⁑image

msA, 1.995, commenting on 1.365 οἶσθα τίή τοι ὅτι παλλιλογεῖν παρῄτῃται ἀλλότριοι ἄρα οἱ ἐπιφερόμε στίχοι εἰκοσι επτά ⁑image

msA, 1.996, commenting on 1.366 ᾠχόμεθ’ ἐς Θήβην νῦν λέγει τὰς Ὑποπλακίους ὧν ἐβασίλευσεν Ἠετίων ὁ Ἀνδρομαχης πηρ Κίληκες ἔθνος βάρβαρον τῆς Ὑποπλάκου Θήβης · τούτων ἦρχεν Ἠετίων ἔχων υἱοὺς ἑπτὰ θυγατέρα δὲ Ἀνδρομάχην τὴν γαμηθεῖσαν Ἕκτορι τῷ υἱῷ Πριάμου κατα δὲ τοὺς Τρωϊκοὺς πολέμους ἐπιστρατεύσας Ἀχιλ τῇ Θήβῃ καὶ τὴν πο πορθησας τόν τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις μεθ οὓς Λυρνησσὸν πορθήσας καὶ τὴν πο ἐξελὼν αἰχμάλωτον ἦγεν Λυρνησσοῦ μὲν Βρισηΐδα ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες· ἀπο δε τῆς Χρύσης Χρυσηΐδα τὴν Χρύσου τοῦ ιερέως τοῦ Ἀπόλλωνος θυγατέρα ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν τῷ πρι δεομένῳ οὐκ απέδωκεν ἐξ οῦ οργισθ ὁ θς ἔπεμψε τοῖς Ἓλλησι λυμικὴν νόσον ἔνιοι δὲ φασὶν ὅτι καὶ ἡ Χρυσηῒς ἐκ Θηβῶν ἐλήφθη· τῆς γὰρ Χρύσης φησὶν οὔσης πολιχνίου ἀτειχιστου καὶ εὐτελοῦς ὡς ἐν ἀσφαλεστέρᾳ καὶ μείζονι τῇ Θήβῃ οἱ ἀπ αυτῆς προσερρυηκότες ῆσαν· τρεῖς γάρ εἰσι Θῆβαι αἱ Ὑποπλακιοι ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ Ζ , καὶ αἱ Καδμεῖαι ὧν μέμνηται ἐν τῇ Δ καὶ ἐν τῇ Ε καὶ αἱ τῆς Αἰγύπτου ὧν μνημονεύει ἐν τῇ Ϊ ⁑image

msA, 1.997, commenting on 1.366 ὠχόμεθ’ ἐς Θήβην ὁ τρόπος ἀνακεφαλαίωσις . τέσσαρες δὲ διηγήσεων ϊδέαι ὁμιλητική ὡς ὅτ ἂν παρά τινος τις ἀκουσας αὐτὰ διηγεῖται ἃ ἤκουσεν ὡς τὸ πολλάκι γάρ σεο πατρός · τὸ δὲ ἀπαγγελτικόν ὅταν ἃ παρ ἑτέρου ἤκουσεν ἑτέρῳ διηγοῖτο . ὡς τὸ ἀγγελίην τινά τοι γαιήοχε · τὸ δὲ ὑποστατικὸν , ὅταν τινὰ τῶν πραγμάτων ἀπαγγεῖλαι ὑποθέμενοι διηγοίμεθα· τὸ δὲ μικτὸν ἐξ ομιλητικοῦ καὶ ὑποστατικοῦ ὡς τὸ ἀλλα σὺ τόν γ’ ελθοῦσα θεὰ ὑπελύσαο δεσμῶν ⁑image

msA, 1.998, commenting on 1.368 μετα σφίσιν τοῦ σφίσιν τὴν πρώτην ὀξυτονητέον ἐπειδήπερ εἰς σύνθετον ἡ μεταληψις εἰ καὶ οὐκ έστι διηνεκὴς ὁ λόγος ἔστι γάρ τινα ἐναντιούμεθα ενα τοὺς δ’ ἄναγον ζῳοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ · σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι · καὶ ὅτι μετα προθέσεως ἔστιν ὅταν γὰρ πρόθεσις ᾖ μετα ἀντωνυμίας ὀρθοτονεῖται ἡ ἀντωνυμία· συν σοὶ δῖα θεα πρότι οι δ’ ἔλαβ’ ἔντεα κατα σφέας γὰρ μαχέοιντο · ἀπὸ ἕο κάββαλεν ἀμφὶ ἓ παπτηνας τοῦ ἆλτ’ ἐπί οἱ μεμαὼς ζήτησιν ἐχοντος ⁑image

msAil, 1.1004, commenting on 1.352 ὀλιγοχρόνιονimage

msAil, 1.1005, commenting on 1.353 ὤφειλενimage

msAil, 1.1006, commenting on 1.353 ἐγχειρίσαι παρασχεῖν :image

msAil, 1.1007, commenting on 1.354 ὁ εν ύψει βροντῶνimage

msAil, 1.1008, commenting on 1.354 οὐδε ολίγον μεimage

msAil, 1.1009, commenting on 1.356 αφελόμενος παρὰ τὸ ορίζωimage

msAil, 1.1010, commenting on 1.358 τῷ Νιρεῖimage

msAil, 1.1013, commenting on 1.361 κατέψηξενimage

msAil, 1.1014, commenting on 1.362 κατέλαβενimage

msAil, 1.1015, commenting on 1.363 ἔξεῖπεimage

msAil, 1.1016, commenting on 1.363 μη κρύπτεimage

msAil, 1.1017, commenting on 1.363 ἀμφότεροιimage

msAil, 1.1018, commenting on 1.364 μεγάλα στενάζωνimage

msAil, 1.1019, commenting on 1.365 ἐπίστασαὶimage

msAim, 1.999, commenting on 1.353 όφειλεν όφελλεν Αιολικῶς ὡς χεῖρες χέρρες :image

msAim, 1.1001, commenting on 1.374 οὕτως Ϊακῶς τὸ λίσσετο ⁑image

msAint, 1.1003, commenting on 1.364 ὅτι τὸ βαρυ στενάχων κατα βαρείαν τάσιν ⁑image