Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 19v

Manuscript msA, page 19v

image

prev: 19r next: 20r

Iliad text

1.377 αἰδεῖσθαί θ’ ἱ̈ερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·image

1.378 ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ·image

1.379 ἀλλὰ κακῶς ἀφίει· κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·image

1.380 χωόμενος δ’ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ’ Ἀπόλλων image

1.381 εὐξαμένου ἤκουσεν . ἐπεὶ μάλα οἱ φίλος ἦεν·image1

1.382 ἧκε δ’ ἐπ’ Ἀργείοισι κακὸν βέλος· οἱ δέ νυ λαοὶimage1

1.383 θνῇσκον ἐπασσύτεροι· τὰ δ’ ἐπῴχετο κῆλα θεοῖοimage1, 2

1.384 πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν · ἄμμι δὲ μάντιςimage

1.385 εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο·image

1.386 αὐτίκ’ ἐγὼ πρῶτος κελόμην θεὸν ἱ̈λάσκεσθαι·image

1.387 Ἀτρείωνα δ' ἔπειτα χόλος λάβεν· αἶψα δ’ ἀναστὰςimage

1.388 ἠπείλησεν μῦθον· ὃ , δὴ , τετελεσμένος ἐστίν·image1

1.389 τὴν μὲν γὰρ συν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ image

1.390 ἐς Χρύσην πέμπουσιν· ἄγουσι δὲ δῶρα ἄνακτι·image

1.391 τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντεςimage

1.392 κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν ·image1, 2

1.393 ἀλλὰ σὺ εἰ δύνασαί γε . περίσχεο παιδὸς ἑῆος·image1, 2, 3

1.394 ἐλθοῦς’ οὔλυμπον δὲ , Δία λίσαι· εἴ ποτε δή τιimage1

1.395 ἢ ἔπει ὤνησας κραδίην Διὸς , ἠὲ καὶ ἔργῳ .image

1.396 πολλάκι γάρ σεο , πατρὸς ἐνὶ μεγάροισιν ἄκουσαimage1, 2, 3

1.397 εὐχομένης , ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνι image1, 2, 3

1.398 οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι·image1

1.399 ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι·image1, 2, 3, 4

1.400 Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη ·image1

1.401 ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν .image1, 2

Scholia text

msA, 1.1031, commenting on 1.381 ‡εὐξαμένου ήκουσεν Σέλευκος φησὶν ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ ἐπεί ρά νύ οἱ φίλος ῆεν · καὶ Θεαγένης δὲ οὕτως προφέρεται ἀπίθανον γὰρ τὸ ο δέ νυ λίαν φίλος ἦν ⁑image

msA, 1.1032, commenting on 1.383 ἐπασσύτεροι Αἰολικόν ἐστι . ἄσσον ἀσσότερος ἀσσύτερος , ὡς ὄνομα ὄνυμα καὶ ἐπασσύτεροςimage

msA, 1.1033, commenting on 1.388 ἠπείλησεν μῦθον ἀμφίβολος ἡ στιγμῆ δια τὸ μόριον ἐπεὶ καὶ αὐτὸ ἀμφιβολον· ὅμως δὲ εἰς τὸ ὅς ὑποτακτικὸν αρθ αὐτὸ μεταληπτέον ⁑image

msA, 1.1034, commenting on 1.392 κούρην Βρισῆος ἐοικεν πατρωνυμικῶς τὰ ὀνόματα αὐτῶν σχηματίζειν ὁ ποιητὴς καὶ οὐ κυρίως ὡς γὰρ ἄλλοι ἀρχαῖοι ἱ¨στοροῦσιν . ἡ μὲν Ἀστυνόμη ἐκαλεῖτο· ἡ δὲ Ἱπποδάμεια ὁ δὲ τρόπος ἀντωνομασία ⁑image

msA, 1.1035, commenting on 1.393 ἀλλὰ σὺ εἰ δνασαί γε ὅτι Ζηνόδοτος γράφει εοῖο ⁑image

msA, 1.1036, commenting on 1.396 πολλάκι γάρ σεο Ἀρίσταρχος εγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο πολλάκις γάρ σοι ἐν τοῖς τοῦ πρς μου δόμοις ἤκουσα καυχωμένης . ἐαν γάρ φησι κατ ορθὸν τόνον ἀναγνῶμεν ἔσται εν τοῖς τοῦ νιρέως οίκοις ὁ Αχιλλεὺς αὐτῆς ἀκηκοώς· ταύτην δὲ τὴν ἱστορίαν οὐκ οῖδεν Ὅμηρος , τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπ αὐτοῦ· Πτολεμαῖος δὲ συγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει , οὐ μὴν τῇ προκειμένη αἰτίᾳ . εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο φησὶ παρεφύλασσεν ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὔτως χρῆται κατα γενικήν ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν · ὁμοίως καὶ ὁ ἐπι δευτέρου καὶ τρίτου , ταῖς δὲ κτητικαῖς ἤτοι ἐμοῦ ἢ εμοῖο σοῦ σοῖο · ἐγίνετο οὖν εἴπερ ἦν κτητικῆ σοῖο ὥστε κὰν ορθοτονήσωμεν τὴν σέο , οὐ δύναται ἀμφίβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν ἐγένετο οὖν ἐγκλιτικῇ ἡ ἀνάγνωσις ἐπειδήπερ ἁπλῆ εστιν καὶ οὐκ έχει ἀντιδιαστολὴν καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις ⁑image

msA, 1.1037, commenting on 1.396 ἡ διπλῆ δὲ ὅτι ἀπο τούτου τοῦ στιχου ἕως τοῦ τὸν καὶ καὶ ὑπέδδεισαν Ζηνόδοτος αθετεῖ βραχὺ δὲ διασταλτέον μετα τὴν αντωνυμίαν τὸ γὰρ ἑξῆς ἐστι πολλάκι γάρ σου ἤκουσα ⁑image

msA, 1.1038, commenting on 1.397-1.401 εὐχομενης διασταλτέον μετὰ τὸ ευχομένης καὶ αμῦναι , ἐπὶ δὲ τὸ Ἀθήνη στιγμήν . ἐνδέχεται δὲ καὶ οὕτως ἐπὶ μὲν τὸ λοιγὸν ἀμῦναι στίζειν τὰ δ’ ἄλλα ἀπ άλλης προφέρεσθαι ἀρχῆς ἕως τοῦ Ἀθήνη ⁑image

msA, 1.1039, commenting on 1.397 κελαινεφέϊ παρα τὸ μελαίνοντα τὸν ἀέρα νειφην αὐτόν·image

msA, 1.1041, commenting on 1.399 ὁππότε μιν ξυνδῆσαι Ζεὺς παραλαβὼν τὴν ἐν οὐνῳ διοίκησιν περισσῶς τῇ παρρησίᾳ ἐχρῆτο πολλὰ αὐθάδη διαπρασσόμενος Ποσειδῶν δὲ καὶ Ἥρα καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι· Θέτις δὲ ἀκούσασα παρα τοῦ πρς Νιρέως ἢν γὰρ μάντις τὴν Διὸς επιβουλὴν ἔσπευσεν πρὸς αυτὸν ἐπαγομένη Αἰγαίωνα φοβητρον τῶν ἐπιβουλευόντων θεῶν ἦν δὲ θαλασσιος δαίμων οὗτος καὶ τὸν πρα Ποσειδῶνα κατεβράβευεν . ἀκούσας δὲ ὁ Ζεὺς Θετιδος , τὴν μὲν Ἥραν ἐν τοῖς κατ αυτοῦ δεσμοῖς ἐκρέμασε , Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι τὴν παρα Λαομέδοντι θητείαν ἐψηφίσατο· τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μετα ταῦτα ἐταμιεύσατο· ἱστορεῖ Δίδυμος ⁑image

msAil, 1.1043, commenting on 1.382 ἔπεμψενimage

msAil, 1.1044, commenting on 1.383 ἐπάλληλοι πυκνοι :image

msAil, 1.1045, commenting on 1.392 αντωνομασία :image

msAil, 1.1046, commenting on 1.393 φρόντισονimage

msAil, 1.1047, commenting on 1.394 λιτάνευσονimage

msAil, 1.1048, commenting on 1.396 ἐν τοῖς οίκοιςimage

msAil, 1.1049, commenting on 1.397 οτε ἔλεγεςimage

msAil, 1.1050, commenting on 1.397 τοῦ ομβροποιοῦimage

msAil, 1.1051, commenting on 1.398 αποστρέψαιimage

msAil, 1.1053, commenting on 1.399 συνimage

msAil, 1.1054, commenting on 1.399 οἱ Τιτᾶνεςimage

msAil, 1.1055, commenting on 1.401 εξείλω ἔλυσαςimage

msAil, 1.1056, commenting on 1.401 συναπτέον τοῦτον τὸ ἑξῆς βραχὺ δὲ διασταλτεον ἐπι το Όλυμ ⁑image

msAim, 1.1042, commenting on 1.393 +ὑποστικτεον ἐπι τὸ γε στικτεον δὲ κατα το τέλος τοῦ στίχου ⁑image