Manuscript msA, page 200r
| prev: 199v | next: 200v |
15.451 αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰ̈ός·
15.452 ήριπε δ’ ἐξ οχέων , ὑπερώησαν δέ οἱ , ἵ̈πποι
15.453 κεὶν’ ὄχεα κροτέοντες . ἄναξ δ’ ἐνόησε τάχιστα
15.454 Πουλυδάμας . καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων·
15.455 τοὺς μὲν ὅ γ’ Ἀστυνόῳ . Προτιάονος υἱέϊ δῶκε .
15.456 πολλὰ δ’ ἐπότρυνε σχεδὸν ἴ̈σχειν εἰσορόωντα·
15.457 ἵππους . αὐτὸς δ’ αὖτις ἰ̈ὼν , προμάχοισιν ἐμίχθη·
15.458 Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ
15.459 αἴνυτο . καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν .1
15.460 εἴ μιν ἀριστεύοντα βαλὼν , ἐξείλετο θυμόν·
15.461 ἀλλ’ οὐ λῆθε Διὸς πυκινὸν νόον· ὅς ῥ’ ἐφύλασσεν
15.462 Ἕκτορ ‘· ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα·1
15.463 ὅς , οἱ , ἐϋστρεφέᾰ νευρὴν ἐν ἀμύμονι τόξῳ1
15.464 ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι . παρεπλάγχθη δέ οἱ ἄλλῃ1
15.465 ἰ̈ὸς χαλκοβαρὴς . τόξον δέ οἱ ἔκπεσε χειρός·
15.466 Τεῦκρος δ’ ἐρρίγησε . κασίγνητον δὲ προσηύδα·
15.467 ὢ πόποι· ῆ , δὴ πάγχυ μάχης ἐπι μήδεα κείρει1
15.468 δαίμων ἡμετέρης . ὅ τέ μοι βιὸν ἔκβαλε χειρὸς .
15.469 νευρὴν δ’ ἐξέρρηξε , νεόστροφον . ἣν ἐνέδησα1
15.470 πρώϊον . ὄφρ’ ἀνέχοιτο , θαμὰ θρῴσκοντας ὀϊστούς·1, 2
15.471 τὸν δ’ ἠμείβετ’ . ἔπειτα μέγας Τελαμώνιος Αἴας ·
15.472 ὦ πέπον . ἀλλὰ βιὸν μὲν , ἔα καὶ ταρφέας ἰ̈οὺς
15.473 κεῖσθαι . ἐπεὶ συνέχευε θεὸς . Δαναοῖσι μεγήρας·
15.474 αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ . καὶ σάκος ὤμῳ·
15.475 μάρναό τε Τρώεσσι . καὶ ἄλλους ὄρνυθι λαούς .
msA, 15.133, commenting on 15.463 ὅς οἱ ἐϋστρεφέα νευρὴν , οὐκ αναγκαῖον ἐκτείνειν τὸ α ἀπήρτησε γὰρ εἰς μέρος λο ὁμοίως τῷ ἀμφιρεφέα τε φαρέτρην ⁑
msA, 15.134, commenting on 15.464 ῥῆξ ἐπὶ τῷ ἐρύοντι , ὅτι πτώσεως γέγονεν ἐναλλαγὴ δοτικὴν ἀντι γενικῆς ἐρύοντι ἀντι τοῦ ἐρύοντος τὴν νευρὰν ἐπι τούτῳ ⁑
msA, 15.135, commenting on 15.469-15.470 νευρὴν δ’ ἐξέρρηξε νεόστροφον ἣν ἐνέδησα πρώϊον : ἀμφότερα γράφεσθαι φησὶν ὁ Ἀρίσταρχος πρῴην καὶ πρώϊον . ταυτὸν δὲ ἐξ ἑκατέρου σημαίνεσθαι· εὕρομεν δὲ καὶ ἐΰστροφον γεγραμμένον καὶ ἔχει τινὰ ἐπιτα ⁑
msA, 15.136, commenting on 15.470 πρώϊον , ὄφρ’ ἀνέχοιτο : ὅτι Ζηνοδοτ γράφει πρώην · ἔμφασις δὲ γίνεται πλείονος χρόνου· τὸ δὲ πρώϊον ἐστι πρωΐας καὶ γὰρ γέγονεν οὑτως , τῇ προ ταύτης ἡμέρᾳ ῥῆξε δέ οἱ νευρὴν νάρκησε δὲ , ὥστε εὔλογον τῇ ἑξῆς ἐκείνης πρωΐας ἐνῆφθαι ⁑
msAext, 15.17, commenting on 15.469 ἐνέδη
msAil, 15.26, commenting on 15.470@πρώϊον προσφατον⁚
msAim, 15.54, commenting on 15.459 Ζηνοδοτ μάχης ἄλλοι δὲ μάχην καὶ Ἀριστοφ δὲ μάχην ⁑
msAim, 15.55, commenting on 15.467 ἐν αλλῳ ὦ πέπον
msAint, 15.38, commenting on 15.462 οτ ἐνήλλακται ἡ πτῶσις Τοῦκρον αντ Τεύκρου ⁑