Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 200v

Manuscript msA, page 200v

image

prev: 200r next: 201r

Iliad text

15.476 μη μὰν , ἀσπουδί γε . δαμασσάμενοί περ ἕλοιενimage1

15.477 νῆας ἐϋσσέλμους . ἀλλὰ μνησώμεθα χάρμης·image

15.478 ὣς φάθ’ . ὃ δὲ τόξον μὲν ἐνι κλισίῃσιν ἔθηκεν·image

15.479 αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισι σάκος θέτο τετραθέλυμνον·image

15.480 κρᾱτὶ δ’ ἐπ’ ἰ̈φθίμῳ κυνέην εὔτυκτον ἔθηκεν .image1, 2

15.482 εἵλετο δ’ ἄλκιμον ἔγχος . ἀκαχμένον ὀξέϊ χαλκῷ·image

15.483 βῆ δ’ ϊέναι . μάλα δ’ ῶκα θέων Αἴαντι παρέστη·image

15.484 Ἕκτορ δ’ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα .image

15.485 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·image

15.486 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ .image

15.487 ἀνέρες ἔστε φίλοι . μνήσασθε δὲ θούριδος ἀλκῆςimage

15.488 νῆας ἀνα γλαφυρὰς . δὴ γὰρ ἴ̈δον ὀφθαλμοῖσιν .image1

15.489 ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα·image

15.490 ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκὴ .image

15.491 ἠμὲν , ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ .image1

15.492 ἠδ’ ὅτινας μινύθῃ τε καὶ οὐκ εθέλῃσιν ἀμύνειν·image

15.493 ὡς νῦν Ἀργείων μινύθει μένος . ἄμμι δ’ ἀρήγει·image

15.494 ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὕμέων·image1, 2

15.495 βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ .image1

15.496 τεθνάτω· οὔ οι ἀεικὲς ἀμυνομένῳ περι πάτρηςimage

15.497 τεθνάμεν· ἂλλ’ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω .image

15.498 καὶ οἶκος καὶ κλῆρος ἀκήρατος εἴ κεν Ἀχαιοὶimage1, 2

15.499 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·image

15.500 ὣς εἰπὼν . ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου·image

15.501 Αἴας δ’ αῦθ’ ἑτέρωθεν ἐκέκλετο , οἷς ἑτάροισιν·image

Scholia text

msA, 15.137, commenting on 15.480 κρατὶ δ’ ἐπ’ ἰφθήμῳ , ὅτι πρότερον τὴν ἀσπίδα εἴληφεν εἶτα τὴν περικεφαλαίαν· ὁ δὲ Ζηνόδοτος ἐνήλλαχεν ἐπὶ τῆς Ἀλεξάνδρου μονομαχίας ⁑image

msA, 15.138, commenting on 15.480 ὅτι οὐκ εἰχεν κόρυθας οἱ τοξόται· καὶ ἐπὶ τῶν Λοκρῶν οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ⁑image

msA, 15.139, commenting on 15.488 νῆας ἀνὰ γλαφυρὰς , βελτιον τοῦτο τοῖς ἄνω συνάπτειν προτρέπει γὰρ αὐτοὺς ἐπι τὰς ναῦς ὁρμᾶν ⁑image

msA, 15.140, commenting on 15.491 ἢμεν ὁτεοισιν . τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην ἔχει συλλαβὴν τὴν ὀξεῖαν , τὸ μέντοι ὁτέοισιν οὐκέτι , ἐπεὶ ήμελλε τρίτη ἀπο τέλους πίπτειν ἡ οξεια διὸ ἐπι τὴν δευτέραν ἀπο τῆς ἀρχούσης μετεστηimage

msA, 15.141, commenting on 15.494 ὃς δέ κεν ὕμεων . ἡ ὕμεων ἀντωνυμία , ἀπόλυτός ἐστι . καὶ οὐκ έχουσα ἀντιδιαστο · \διὸ\ τρίτην ἀπο τέλους ἔχει τὴν ὀξείαν ⁑image

msA, 15.142, commenting on 15.498 κλῆρος· χωρικὴ περίκτησις καὶ οὐσία ἐπεὶ οἱ πρῶτοι καταλαβόντες χώραν . κλήρῳ αὐτὴν διενέμοντο ⁑image

msAext, 15.18, commenting on 15.494 ύμεωνimage

msAim, 15.56, commenting on 15.476 οτ ασπουδι χωρὶς κακοπαθείας ⁑image

msAim, 15.57, commenting on 15.495 οτ διαστελλει τὸ βαλεῖν καὶ τύψαι ⁑image

msAim, 15.58, commenting on 15.498 καὶ ἡ ουσία καὶ ὁ βίος ⁑image