Manuscript msA, page 201v
| prev: 201r | next: 202r |
15.527 Λαομεδοντιάδης . εὖ , εἰδότα θούριδος ἀλκῆς·
15.528 ὁς τότε Φυλείδᾱο μέσον σάκος ούτασε δουρὶ
15.529 ἐγγύθεν ὁρμηθείς . πυκινὸς δέ οι ήρκεσε θώρηξ .1
15.530 τόν ῥ’ ἐφόρει γυάλοισιν ἀρηρότα . τόν ποτε Φυλεὺς1
15.531 ἤγαγεν ἐξ Εφύρης . ποταμοῦ ἄπο Σελλήεντος ·1, 2
15.532 ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
15.533 ἐς πόλεμον φορέειν· δηΐων ἀνδρῶν ἀλεωρήν·
15.534 ὅς οἱ καὶ τότε παιδὸς ἀπο χροὸς ήρκεσ’ ὄλεθρον·
15.535 τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης·
15.536 κύμβαχον ἀκρότατον νύξ’ ἔγχεϊ ὀξυόεντι·1
15.537 ῥῆξε δ’ ἀφ’ ί̈ππειον λόφον αὐτοῦ . πᾶς δὲ χαμᾶζε
15.538 κάππεσεν ἐν κονίῃσι , νέον φοίνῑκι φαεινός·1
15.539 ἕως , ὃ , τῷ , πολέμιζε μένων . ἔτι δ’ έλπετο νίκην .1
15.540 τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ .1
15.541 στῆ δ’ εὐρὰξ συν δουρὶ λαθὼν . βάλε δ’ ῶμον ὄπισθεν·1
15.542 αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα·
15.543 πρόσσω ϊεμένη· ὁ δ’ ἄρα πρηνὴς ἐλιάσθη·
15.544 τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε’ ἀπ’ ὤμων1, 2
15.545 συλήσειν , Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε1
15.546 πᾶσι μάλα . πρῶτον δ’ Ϊκεταονίδην ἐνένῑπεν
15.547 ἴ̈φθῑμον Μελάνιππον . ὅ δ’ ὄφρα μεν εἰλίποδας βοῦς1
15.548 βόσκ’ ἐν Περκώτῃ . δηΐων ἀπο νόσφιν ἐόντων·1
15.549 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι .
15.550 ὰψ , εἰς Ἴ̈λιον ἦλθε . μετέπρεπε δὲ Τρώεσσιν .
15.551 ναῖε δὲ παρ Πριάμῳ . ὁ δέ μιν τίεν ῖ̈σα τέκεσσι·
msA, 15.150, commenting on 15.530 τόν ρ’ εφόρει γυάλοισιν ὅτι τὰ κύτη καὶ τὰ κοιλώματα τοῦ θώρακος γύαλα οὐχ’ ὡρισμένος τόπος ⁑
msA, 15.151, commenting on 15.531 ἤγαγεν ἐξ Εφύρης : ὅτι τῆς Θεσπρωτιακῆς Ἐφύρας λέγει , οὐκ εκ τῆς Κορίνθ//Κορίνθου δῆλον δὲ ἐκ τοῦ Σελλήεντος ἀφ’ οὗ καὶ Σελλοὶ οἱ περίοικοι . καὶ ὅτι ἐπ’ Ασίῳ ἕτερός ἐστι Σελλήεις ποταμός ⁑
msA, 15.152, commenting on 15.536 κύμβαχον⁚ τὸ διάκενον , τὸ ὑπερ τῆς κορυφῆς ὅθεν καὶ κυβισταν’ , ἐπεξηγεῖται δὲ δια τῆς ἑξῆς λέξεως τὸ ὄνομα διὰ τοῦ ἀκρότατον ⁑
msA, 15.153, commenting on 15.538 κάππεσεν ἐν κονίῃσι⁚ ὅτι τὸ σημαινόμενον ἐστι νεωστὶ πεφοινιγμένος ἄνθει νεωστὶ κεχρωσμένος εἰς λαμπρότητ
msA, 15.154, commenting on 15.544 τὼ μὲν ἐεισάσθην , ὅτι ἀμφιβολόν ἐστι πότερον ἐφώρμησαν ἀπο τοῦ ϊέναι ἠ εεισάσθην ἔδοξαν· φαντασιαν ἔλαβον τὸ συλῆσαι τὸν νεκρὸν ⁑
msA, 15.155, commenting on 15.545 συλήσειν Ἕκτωρ δὲ κασιγνήτοισι , ὅτι κασίγνητοι κοινότερον οἱ συγγενεῖς σημειοῦνται γαρ τινὲς ὅτι τοὺς ἀνεψιοὺς κασιγνήτους ἐκάλουν ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἧν Ἕκτορος . ἀνεψιοι δέ εἰσὶν οἱ τῶν ἀδελφῶν παῖδες ὥσπερ Αἴας καὶ Ἀχιλλεὺς ὁ μὲν Τελαμὼνος ὁ δὲ Πηλέως ⁑
msA, 15.156, commenting on 15.548 βόσκ’ ἐν Περκώτῃ , δηΐων ἀπο νόσφιν ἑόντων ὁμοίως τῷ ἐν Οἰνώνῃ τὴν δὲ ἀπο πρόθεσιν , οὐκ αναστρεπτέον προς γὰρ τὴν εόντων μετοχὴν συντέτακται ⁑
msAil, 15.27a, commenting on 15.529@θώρηξ τοῦ Μέγητος
msAil, 15.28, commenting on 15.539@ὃ ὁ Μέγης
msAil, 15.29, commenting on 15.544@ἐεισάσθην ἐπῆλθον
msAil, 15.30, commenting on 15.547@ὄφρα τὸ όφρα αντ τοῦ τέως
msAim, 15.60, commenting on 15.531 ἐν αλλῳ ηγάγετ’ ἐξ Εφύρης ⁑
msAim, 15.61, commenting on 15.540 γράφεται ἐν ἄλλῳ ἠλθ’ ἐπαμύντωρ
msAim, 15.62, commenting on 15.541 το λαθὼν τάχα ἂν δύναιτο καὶ τοῖς ἑξῆς συντάτεεσθαι