Manuscript msA, page 202r
| prev: 201v | next: 202v |
15.552 τόν ῥ’ Ἕκτωρ ἐνένιπεν . ἔπος τ’ ἔφατ’ . ἔκ τ’ ὀνόμαζε
15.553 οὕτω δὴ Μελάνιππε μεθήσομεν . οὐδέ νυ σοί περ
15.554 ἐντρέπεται φίλον ῆτορ ἀνεψιοῦ κταμένοιο·1
15.555 οὐχ ὁράᾳς οῖον Δόλοπος περὶ τεύχε’ έπουσιν·1
15.556 ἂλλ’ ἕπευ , οὐ γὰρ ἔτ’ ἐστιν ἀποσταδὸν Ἀργείοισι
15.557 μάρνασθαι . πρίν γ’ ἠὲ κατακτάμεν . ἠὲ κατ’ ἄκρης
15.558 Ἴ̈λιον αἰπεινὴν ἑλέειν κτάσθαί τε πολίτας·1, 2
15.559 ὡς εἰπὼν . ὁ μὲν ἦρχ’ . ὁ δ’ ἅμ’ ἕσπετο ἰ̈σόθεος φῶς ·
15.560 Ἀργείους δ’ ὤτρυνε μέγας Τελαμώνιος Αἴας ·
15.561 ὦ φίλοι ἀνέρες έστε· καὶ αἰδῶ θέσθ’ ἐνι θυμῷ·
15.562 ἀλλήλους τ’ αἰδεῖσθε κατα κρατερὰς ὑσμίνας·
15.563 αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·1, 2
15.564 φευγόντων δ’ οὔτ’ ὰρ κλέος ὄρνυται . οὔτέ τις ἀλκή·
15.565 ὡς ἔφαθ’ , οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον·
15.566 ἐν θυμῷ δ’ ἐβάλοντο ἔπος . φράξαντο δὲ νῆας
15.567 ἔγκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν·1
15.568 Ἀντίλοχον δ’ ὤτρυνε βοὴν ἀγαθὸς Μενέλαος ·
15.569 Ἀντίλοχ’ . οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν .
15.570 οὔτε ποσὶν θάσσων οὔτ’ ἄλκιμος ὡς σὺ μάχεσθαι·
15.571 εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα·1, 2
15.572 ὡς εἰπὼν , ὁ μὲν αῦτις ἀπέσσυτο . τὸν δ’ ὀρόθυνεν·
15.573 ἐκ δ’ ἔθορε προμάχων· καὶ ἀκόντισε δουρὶ φαεινῷ
15.574 ἀμφὶ ἓ . παπτήνας· ὑπο δὲ Τρῶες κεκάδοντο
15.575 ἀνδρὸς ἀκοντίσσαντος . ὁ δ’ οὐχ ἅλιον βέλος ἧκεν·
15.576 ἂλλ’ Ἰ̈κετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
msA, 15.157, commenting on 15.555 οὐχ ὁράας οῖον Δόλοπος περι τεῦχε , ὁ Ἀσκαλωνίτης οὐκ ἀναστρέφει τὴν περι εἶναι γὰρ τὸ ἑξῆς περιέπουσι · καγὼ δὲ αὐτῷ συγκατατίθεμαι ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρα τῷ ποιητῇ ἐν τοῖς ἐνεργητικοῖς κινήμασιν ὡς ἐπι τὸ πλεῖστον θέλει ἔχειν πρόθεσιν συντεταγμένην ⁑
msA, 15.158, commenting on 15.563 αἱδομένων δ’ ἀνδρῶν· χωρὶς τοῦ συνδέσμου ἔγραφεν Ἀρίσταρχος . πάντως ἵνα ἀσύνδετος γενόμενος ὁ λόγος . πλέον τὲ διαστῇ καὶ μᾶλλον ἐμφήνῃ ⁑
msAext, 15.19, commenting on 15.567 έρκεϊ χαλ κ · έρκει χαλκειῳ
msAil, 15.31, commenting on 15.558@κτάσθαί ἀναιρεῖσθαι
msAim, 15.63, commenting on 15.554 τὴν ψι συλλαβὴν ἐκτατέον διὰ μέτρον ⁑
msAim, 15.64, commenting on 15.563 Ἀρίσταρχος χωρὶς τοῦ δε αλλοι δε μετ τοῦ δε αἰδομένω δ’ ἀνδρῶν ⁑
msAim, 15.65, commenting on 15.571 οτ το βαλεῖν προέμενον ἔστιν επιτυχεῖν ⁑
msAint, 15.41, commenting on 15.558 οτ θηλυκῶς τὴν Ἴλιον
msAint, 15.42, commenting on 15.571 ὁ σύνδ αντ τοῦ εἴθε διοπερ οὐδὲ ὑποστιγμήν ⁑