Manuscript msA, page 202v
| prev: 202r | next: 203r |
15.577 νῑσόμενον πόλεμον δὲ . βάλε στῆθος παρὰ μαζόν·
15.578 δούπησεν δὲ πεσὼν . τὸν δὲ σκότος ὄσσε κάλυψεν·
15.579 Ἀντίλοχος δ’ ἐπόρουσε . κύων ὥς· ὅς τ’ ἐπι νεβρῷ
15.580 βλημένῳ ἀΐξῃ , τόν τ’ ἐξ εὐνῆφι θορόντα
15.581 θηρητὴρ ἐτύχησε βαλὼν . ὑπέλυσε δὲ γυῖα·
15.582 ὡς ἐπι σοὶ Μελάνιππε . θόρ’ Ἀντίλοχος μενεχάρμης1
15.583 τεύχεα συλήσων· ἂλλ’ οὐ λάθεν Ἕκτορα δῖον .
15.584 ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα·
15.585 Ἀντίλοχος δ’ οὐ μεῖνε . θοὸς περ ἐὼν πολεμιστής·
15.586 ἀλλ’ ὃ γ’ ἄρ’ ἔτρεσε , θηρὶ κακὸν ῥέξαντι ἐοικὼς .
15.587 ὅς τε κύνας κτείνας ἡ βουκόλον ἀμφι βόεσσι·1
15.588 φεύγει , πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
15.589 ὡς τρέσε , Νεστορίδης · ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
15.590 ηχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
15.591 στῆ δὲ μεταστρεφθεὶς . ἐπεὶ ί̈κετο ἔθνος ἑταίρων·
15.592 Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι .
15.593 νηυσὶν ἐπεσσεύοντο . Διὸς δ’ ἐτέλειον ἐφετμὰς .
15.594 ὅ , σφισιν αἰὲν ἔγειρε μένος μέγα . θέλγε δὲ θυμὸν
15.595 Ἀργείων , καὶ κῦδος ἀπαίνυτο , τοὺς δ’ ορόθυνεν·
15.596 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
15.597 Πριαμίδῃ · ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
15.598 ἐμβάλῃ ἀκάματον , Θέτιδος δ’ ἐξαίσιον ἀρὴν1
15.599 πᾶσαν ἐπικρήνειε , τὸ γὰρ μένε μητίετα Ζεὺς .1
15.600 νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰ̈δέσθαι .
15.601 ἐκ γὰρ δὴ τοῦ ἔμελλε παλίωξιν παρὰ νηῶν1, 2
msA, 15.159, commenting on 15.587 ὅς τε κύνα κτείνας ἠ βουκόλον ἀμφι βόεσσι⁚ ὅτι Ζηνόδοτος γράφει ἀμφί οι αὐτῷ γίνεται δὲ τὸ ὑπερβατὸν οὐ καθ Ὅμηρον ὥστε κύνα κτείνας ἢ βουκόλον φεύγει πρίν περ ὅμηρον ἀολλισθήμεναι ἀνδρῶν ἀμφι δὲ αὐτῷ ⁑
msA, 15.160, commenting on 15.601 παλίωξιν παρα νηῶν⁚ ὅτι ὑγιῶς παλίωξιν πάλιν δίωξιν ὅτ ἂν ἐξ υποστροφῆς διώκωσιν οἱ διωκώμενοι· καὶ προς τὸ ἔμελλεν ὅτι ἀντι τοῦ ἐῴκει ⁑
msAim, 15.66, commenting on 15.582 προς τὴν ἀποστροφήν ⁑
msAim, 15.67, commenting on 15.601 Αριστοφανης τοῦ μέλλας Ϊακῶς ⁑
msAint, 15.43, commenting on 15.598 ϊκετειαν ·
msAint, 15.44, commenting on 15.599 βραχὺ διασταλτ κατ τὸ τέλος πρὸς τὸ σαφέστερον ⁑