Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 203r

Manuscript msA, page 203r

image

prev: 202v next: 203v

Iliad text

15.602 θησέμεναι Τρώων . Δαναοῖσι δὲ κῦδος ὀρέξεαι·image1

15.603 τὰ , φρονέων . νήεσσιν ἐπι γλαφυρῇσιν ἔγειρενimage

15.604 Ἕκτορα Πριαμίδην . μάλα περ μεμαῶτα καὶ αὐτόν·image

15.605 μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἠ ὀλοὸν πῦρimage

15.606 ούρεσι μαίνηται , βαθέης ἐν τάρφεσιν ὕλης·image1

15.607 ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο , τὼ δέ οἱ , ὄσσεimage1

15.608 λαμπέσθην βλοσυρῇσιν ὑπ’ ὀφρυσιν , ἀμφὶ δὲ πήληξimage

15.609 σμερδαλέον κροτάφοισι τινάσσετο . μαρναμένοιοimage

15.610 Ἕκτορος , αὐτὸς γὰρ οἱ , ἀπ’ αἰθέρος ῆεν ἀμύντωρimage

15.611 Ζεὺς . ὅς μιν πλεόνεσσι μετ’ ἀνδράσι μοῦνον ἐόνταimage

15.612 τίμα καὶ κύδαινε , μινυνθάδιος γὰρ ἔμελλεν·image

15.613 ἔσσεσθ’ , ήδη γάρ οἱ ἐπώρνυε μόρσιμον ἦμαρimage

15.614 Παλλὰς Ἀθηναίη ὑπο Πηλείδαο βίηφιimage

15.615 καί ῥ’ ἔθελε ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων .image

15.616 ᾗ δὴ , πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε’ ἄριστα .image

15.617 ἂλλ’ οὐδ’ ὡς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·image

15.618 ἴσχον γὰρ πυργηδὸν ἀρηρότες ἠΰτε πέτρηimage

15.619 ἠλίβατος μεγάλη . πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα·image1

15.620 ἥ τε , μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα·image

15.621 κύματά τε τροφέοντα τά τε προσερεύγεται αὐτὴν·image1

15.622 ὡς Δαναοὶ Τρῶας μένον ἔμπεδον . οὐδεφέβοντο·image1

15.623 αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ’ ὁμίλῳ·image

15.624 ἐν δ’ έπεσ’ , ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσιimage

15.625 λάβρον . ὑπαὶ νεφέων ἀνεμοτρεφὲς , ἣ δέ τε πᾶσαimage1

15.626 ἄχνῃ ὑπεκρύφθη· ἀνὲμοιο δὲ δεινὸς ἀήτηimage1, 2

Scholia text

msA, 15.161, commenting on 15.606 τάρφεσιν⁚ ὡς βέλεσιν οἱ πλείους . καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα οὐ γάρ ἐστιν ἐπιθετικόν ὡς ἀξιοῖ Τυραννίων · ὁ μέντοι Ἀριστοφανης εκεῖνο φησιν· ὅτι ἐὰν μὲν τοῖς δάσεσιν ὡς βέλεσι τάρφεσιν · ἐαν δὲ τὸ ἐπιθετικόν ταρφέσιν ὡς ὀξέσιν ⁑image

msA, 15.162, commenting on 15.607 ἀφλοισμός· ὀξυτόνως ἀναγνωστέον· τα γὰρ εἰς μὸς λήγοντ ὑπερ δύο συλλαβὰς ἔχοντ προ τοῦ μ τὸ σ ὀξύνεσθαι θέλει· μερισμός , ὀπλισμός . ενιοι δὲ αὐτὸ οἱ μὲν παρα τὸ αφρισμός μεταβολῆς γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο . οἱ δὲ παρὰ τὸ φλέω , καὶ φλύω φλοισμός καὶ ἀφλοισμός · ἐν πλεονασμῷ τοῦ α · διὸ οὐδε ὄντως ὁ Τυραννίων προπαροξυ ⁑image

msA, 15.163, commenting on 15.610-15.614 Ἕκτορος αὐτὸς γάρ οἱ· ἀθετοῦνται στίχοι ε ἐπιστάμεθα γὰρ ὅτι περι Έκτορός ἐστιν ὁ λόγος τὴν ἔνθουν ορμὴν τοῦ Εκτορος ταυτ παρεριειρμένα ἐκλύει συναπτόμενα γοὖν τὰ γνήσια τὴν δεινότητα σώζει· καὶ Κυκλικῶς ταυτολογεῖται προ εἴρηται γὰρ τὰ φρονέων νήεσσιν ἐπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην · πρός τι οὖν παλιλλογεῖται Ἕκτορος αὐτος γάρ οἱ ἀπ’ αἰθέρος ῆεν ἀμύντωρ ⁑image

msA, 15.164, commenting on 15.619 ἠλίβατος μεγα ⁑ ψιλῶς ἀπο γὰρ τοῦ ἀλιτεῖν ἐσχημάτισται· καὶ ὤφειλεν όμοιον εῖναι τῷ ἡλιτόμηνος συγκοπ δὲ ἔπαθεν διδάσκει δὲ καὶ τὸ τῆς συναλιφῆς ὅτι ψιλουτ τὸν μέτ’ ἠλίβατος πέτρη , οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρα τὸν ☉ τὴν ηλιω βατὴν ουσαν μόνῳ· οὐκ επείσθη δὲ ἡ παραδο ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλιφῆς ⁑image

msA, 15.165, commenting on 15.622 ὡς Δαναοὶ Τρῶας μόνον⁚ ὅτι ἔν τισι γράφεται . ἑξ αλός ὡς Δαναοὶ , αίρεται δὲ τὸ κινοῦν τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως· μένον γὰρ ἔμπεδον φησίν ὡς πέτρα· ἐν ερη ῥυία τῷ πδίῳ ⁑image

msA, 15.166, commenting on 15.625 ἀνεμοστρεφὲς , ὑπο ἀνέμου ηὐξημένον ὑψηλόν· ὅταν δὲ τὸ Αγαμεμνονος ἀνεμοτρεφὲς φησιν ὥσπερ ἐν τῇ Λ ἀντι τοῦ ἰσχυρον · τὰ γὰρ ὑπευδια καὶ κατασκιαζόμενα τῶν δένδρων εὐγενῆμεν καὶ λεῖον τὸν ὄρπηκα ποιεῖ ἀσθενεῖ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν· οἷς δὲ προς πίπτει τραχὺς ἀήρ καὶ ἀνεμώδης ταῦτα ταῖς τῶν πνευμάτων τριβόμενα πληγαῖς . εὔτονον , καὶ δύσθραυστον ἔχει τὴν στερρότητ ὡς φησὶ Πλούταρχος ἐν Μελέταις Ὁμηρικαῖς ⁑image

msA, 15.167, commenting on 15.625-15.626 ἡ δέ τε πᾶσα ἄχνη ὑπεκρύφθη⁚ ἡ ναῦς δήλονότι ὑπο τῆς ἀχνης ἐσκεπάσθη ἄχνη δὲ τὸ ἀφρωδες ⁑image

msA, 15.168, commenting on 15.626 ἄχνη ὑπεκρύφθη ἀνέμοιο δὲ δεινὸς αητ ⁚ ὅτι ἀρσενικῶς δεινὸς ἀήτη , ἀλλ’ ου δεινή , ὡς κλυτὸς Ἱπποδάμεια · ἕνιοι δὲ ἀγνοοῦντες ποιοῦσι δεινὸς ἀήτης ἀλλ’ ου δεῖ γράφειν οὕτως ⁑image

msAil, 15.32, commenting on 15.602@ὀρέξεαι εινimage

msAint, 15.45, commenting on 15.621 ουτ αὐτήν μετα τοῦ η Ἀριστ τὴν πέτραν ⁑image

msAint, 15.46, commenting on 15.626 Ζηνοδ χωρὶς τοῦ ϊ άχνη ⁑image