Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 203v

Manuscript msA, page 203v

image

prev: 203r next: 204r

Iliad text

15.627 ἱστίῳ ἐμβρέμεται· τρομέουσι δέ τε φρένα , ναῦταιimage

15.628 δειδιότες , τυτθὸν γὰρ ὑπεκ θανάτοιο φέρονται·image1

15.629 ὡς ἐδαΐζετο θυμὸς ἐνι στήθεσσιν Ἀχαιῶν ·image

15.630 αὐτὰρ ὅ γ’ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθῶν ·image

15.631 αἵ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονταιimage1

15.632 μυρίαι· ἐν δέ τε τῇσι , νομεὺς . οὔ πω σάφα εἰδὼςimage

15.633 θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφι φονῇσιν·image1

15.634 ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσινimage1, 2

15.635 αἰὲν ομοστιχάει· ὃ δέ τ’ ἐν μέσσῃσιν ὀρούσαςimage

15.636 βοῦν έδει· αἱ δέ τε πᾶσαι ὑπέτρεσαν . ὡς τότ’ Ἀχαιοὶimage

15.637 θεσπεσίως ἐφόβηθεν ὑφ’ Ἕκτορι . καὶ Διὶ̈ πατρὶimage

15.638 πάντες· ὁ δ’ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην ·image

15.639 Κοπρῆος φίλον υἱὸν , ὃς Εὐρυσθῆος ἄνακτοςimage1, 2, 3

15.640 ἀγγελίης οίχνεσκε βίῃ Ἡρακληείῃ ·image1

15.641 τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνωνimage

15.642 παντοίας ἀρετὰς , ἠμὲν πόδας ἠδὲ μάχεσθαι .image

15.643 καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·image

15.644 ὅς ρα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε·image

15.645 στρεφθεὶς γὰρ . μετ’ όπισθεν . ἐν ἀσπίδος ἄντυγι πᾶλτο ·image1, 2

15.646 τὴν αὐτὸς φορέεσκε ποδηνεκὲς ἔρκος ἀκόντων·image1

15.647 τῇ ὅ γ’ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος . ἀμφὶ δὲ πήληξimage

15.648 σμερδαλέον κονάβησε περι κροτάφοισι πεσόντος·image

15.649 Ἕκτωρ δ’ ὀξὺ νόησε , θέων δέ οἱ ἄγχι παρέστη·image

15.650 στήθεϊ δ’ ἐν δόρυ πῆξε . φίλων δέ μιν ἐγγὺς ἑταίρωνimage

15.651 κτεῖν’ . οἱ δ̀’ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρουimage1

Scholia text

msA, 15.169, commenting on 15.628 τυτθὸν γὰρ ὑπεκ θανάτοιο φέρονται⁚ βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα ὅ εστι παρ ολίγον θνήσκουσιν· τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου· πρῶτος δὲ εἶπεν τὸ Ἀναχάρσιδος τοῦ Σκύθου ὡς ἐρώμενος τινὰ τῶν ναυτῶν πόσον ἀπεχομεν τοῦ ὕδατος καὶ μαθῶν ὡς τέσσαρας δακτύλους τοσοῦτον φησὶ καὶ τοῦ θανάτου ⁑image

msA, 15.170, commenting on 15.633 ἕλικος βοὸς ἀμφι φονῃσι· περι ἀνηρημένης βοός ἠ ἀπο τοῦ μη άναιρεθῆναι ἕλικος δὲ ἤτοι μελαίνης ἠελικοειδῆ τὰ κέρατα ἐχούσης . ἠ τῆς ἐν ἔλει τεθραμμένης⁚image

msA, 15.171, commenting on 15.634 ἥτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσι , ἐν πρώταις καὶ ὑστάταις , ὁ δὲ καὶ σύνδεσμος , ἀντι τοῦ ἠ κεῖται διαζευκτικοῦ ὅπερ ἄμεινον ἵν’ ᾖ ταῖς πρώταις καὶ ὑστάταις ⁑image

msA, 15.172, commenting on 15.639 Κόπρηος φίλον υἱὸν· οὗτος ὁ Κοπρεὺς ἦν κῆρυξ Eὐρθσθέως τοῦ τῶν Ἀργείων βασιλέως ὃς τὰς παρὰ Εὐρυσθεώς ἐντολὰς , ἔλεγε τῷ Ἡρακλεῖ τῶν ἄθλῶν ἕνεκα ἔξωθε τῆς πο μένοντι . δεδοικὼς γὰρ ἀυτὸν οὐκ εἰα ἔνδον εἰσελθεῖν ⁑image

msA, 15.173, commenting on 15.640 αγγελίης οἴχνεσκε ὅτι Ζηνοδοτ γράφει ἀγγελίην γίνεται δὲ τὸ οἴχνεσκε κρεμάμενον . καὶ νῦν δὲ ἀγγελιης , ἀντι τοῦ ἄγγελος ⁑image

msA, 15.174, commenting on 15.645 στρεφθεὶς γὰρ μετόπισθ ἐν ἀσπιδος ἄντυγι πάλτο· κατ ἐνια τῶν ἀντιγράφων· χωρὶς τοῦ π ἆλτο διχῶς δὲ τὸ στρεφθεὶς δια τοῦ α καὶ δια τοῦ ε ⁑image

msA, 15.175, commenting on 15.651 κτεῖν’ , οἱ δ’ οὐκ εδύναντο⁚ ὅτι ἐλλειπ ἡ περί περι ἑταίρου Ἑλλανικος δὲ Αἰολικῶς νομίζει τὴν περι περ εἰρῆσθαι ⁑image

msAext, 15.20, commenting on 15.639 ἀέθλωνimage

msAim, 15.68, commenting on 15.631 δασυντέον ἀπο τῆς ἕσεως τῶν ὑδατων ⁑image

msAim, 15.69, commenting on 15.645 τὸ μετόπισθε βέλτιον τοῖς ἑξῆς συνάπτειν ⁑image

msAint, 15.47, commenting on 15.634 ὁ και αντ η ,image

msAint, 15.48, commenting on 15.639 Εὐρυσθὴος αέθλων ⁑image

msAint, 15.49, commenting on 15.646 οτ ἀνδρομήκεις αἱ ασπίδες ⁑image