Manuscript msA, page 204r
| prev: 203v | next: 204v |
15.652 χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον·
15.653 εἰσωποὶ δ’ ἐγένοντο , νεῶν . περὶ δ’ έσχεθον ἄκραι1
15.654 νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δ’ ἐπέχυντο·
15.655 Ἀργεῖοι δὲ , νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
15.656 τῶν πρωτέων . αὐτοὶ δὲ παρὰ κλισίῃσιν ἔμειναν1
15.657 αθρόοι· οὐδὲ κέδασθεν ἀναστρατὸν· ἴ̈σχε γὰρ αἰδὼς
15.658 καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι·
15.659 Νέστωρ αὖτε μάλιστα Γερήνιος οῦρος Ἀχαιῶν
15.660 λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·1
15.661 ὦ φίλοι . ἀνέρες ἔστε , καὶ αἰδῶ θέσθ’ ἐνι θυμῷ
15.662 ἄλλων ἀνθρώπων . ἐπὶ δὲ μνήσασθε ἕκαστος
15.663 παίδων , ἠδ’ ἀλόχων . καὶ κτήσιος . ἠδὲ τοκήων·
15.664 ἠμὲν ὅτεῳ ζώουσι . καὶ ᾧ κατατεθνήκασι·
15.665 τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόντων1
15.666 ἐστάμεναι κρατερῶς , μὴ δὲ τρωπᾶσθαι φόβον δὲ·1
15.667 ὡς εἰπὼν , ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου·
15.668 τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη1
15.669 θεσπέσιον . μάλα δέ σφι φόως γένετ’ ἀμφοτέρωθεν·1
15.670 ἠμὲν προς νηῶν . καὶ ὁμοιΐου πτολέμοιο·
15.671 Ἕκτορα δὲ ἐφράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους
15.672 ἠμὲν ὅσοι μετ’ όπισθεν ἀφέστασαν οὐδ’ ἐμάχοντο·
15.673 ἠδ’ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν·1
15.674 οὐδ ἂρ ἔτ’ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
15.675 ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν ·
15.676 ἂλλ’ ὅ γε νηῶν ΐκρι’ ἐπῴχετο , μακρὰ βιβάσθων·1, 2
msA, 15.176, commenting on 15.653 εἰσωποὶ δ’ ἐγένοντο νεῶν ⁚ ἐν όψει τὰς ναῦς ἔπλεπον ὅ ἐστιν εἰσῆλθον εἰσ αὐτὰς καὶ ὑπο τὴν στέγην αὐτῶν ἐγένοντο ⁑
msA, 15.177, commenting on 15.660 λίσσεθ’ ὑπερ τοκέων ⁚ τὸ ὑπερ τοκέων ἑκατέροις δύναται προσδίδοσθαι· ἄλλως δὲ ἀμφίβολον τὸ λεγόμενον , ἤτοι γὰρ ὡς λέγομεν προς Διὸς , ἠ ὄπ ερ ἂν παρόντες ἐποίουν οἱ γονεῖς ὅπερ μᾶλλον εἰκός ἐπιφέρει γὰρ τὸ ὕπερ ἐνθάδ’ εγὼ γουνοζόμαι ⁑
msA, 15.178, commenting on 15.666 ἐστάμεναι κρατερῶς , προς τὸ ἀκατάλληλον τῆς φράσεως ἔδει γὰρ μη τρωπᾶσθε δὲ · καὶ ὅτι φόβον δὲ εἰς φυγήν ⁚ τοῦτο καὶ καθ εαυτὸ δύναται ἀντι προστακτικοῦ καὶ γὰρ τὸ ἑξῆς τοιοῦτο ⁑
msA, 15.179, commenting on 15.668 τοῖσι δ’ ἀπ’ oφθαλμῶν⁚ ἀπo τούτου ἕως τοῦ ἡδ’ ὅσσοι παρα νηυσὶν , ἀθετοῦνται στίχοι ϝ , ὅτι οὐ προσυνδίσταται ἀχλύς ἀλλὰ συνεχῶς μάχονται νῦν δὲ φησὶν Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους πρότερον δὲ οὐ καθεώρων ὅτε ἔλεγεν τῶ δε μιῆς περι νηὸς ἔχον πόνον · καὶ ὅτε παρεκάλει αὐτούς ἀλλα μάχεσθ’ ἐπι νηυσὶν ἀολλέες · πῶς δὲ καὶ ἔφυγον σκότους ὄντος , ἥ τε Ἀθηνᾶ οὐ πάρεστι δια τὴν τοῦ Διὸς ἀπειλήν ⁑
msA, 15.180, commenting on 15.669 θεσπέσιον , τοῦτο , ἐὰν μὲν τοῖς ἄνω νέμη τις . ἔσται θεσπέσιον νέφος , ἐὰν δὲ τοῖς εξῆς θεσπέσιον φῶς ⁑
msA, 15.181, commenting on 15.676 ΐκρια· ὡς δέμνια ἔστι γὰρ ῥηματικὸν ὡς ἐν ετέροις εἴρηται· ΐκρια · οἱ μὲν τὰ καταστρώματα· οἱ δὲ τὰ κατα πρῶραν , καὶ πρύμναν ὡς σανιδώματα . ἡ τὰ ἐξέχοντα ἄκρα ἠ τὰς καταγωγάς ⁑
msA, 15.182, commenting on 15.676 μακρὰ βιβάσθων⁚ βαρυτονητέον· γέγονε δὲ ἤτοι ὡς φησὶ Φιλόξενος κατα πλεονασμὸν τοῦ σ . ἠ ὅπερ καὶ βέλτιον παρὰ τὸ βιβαστὸς βιβάσθω ὡς καὶ ἀϊστὸς κατ οξεῖαν τάσιν ἀΐσθων ὅ δ’ ἔβραχε θυμὸν ἀΐσθων ⁑
msAim, 15.70, commenting on 15.673 οτ όμοιον τῷ δαιτην δαινυμένους ⁑
msAint, 15.50, commenting on 15.656 γράφεται πρώτων καὶ προτέρων καὶ πρωτέων ,
msAint, 15.51, commenting on 15.665 αναστρεπτεον τὴν προθεσιν ⁑