Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 204v

Manuscript msA, page 204v

image

prev: 204r next: 205r

Iliad text

15.677 νώμα δὲ ξυστὸν μέγα , ναύμαχον ἐν παλάμῃσιimage

15.678 κολλητὸν βλήτροισι . δύω καὶ εἰκοσίπηχυ·image1

15.679 ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδὼς .image1, 2

15.680 ὅς τ’ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους .image

15.681 σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηταιimage1, 2

15.682 λαοφόρον καθ’ ὁδόν . πολέες τέ . ἑ . θηήσαντοimage

15.683 ἀνέρες ἠδὲ γυναῖκες . ὁ δ’ ἔμπεδον ἀσφαλὲς αἰεὶimage

15.684 θρῴσκων ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται , οἱ δὲ πέτονται .image1

15.685 ὡς Αἴας ἐπὶ πολλὰ θοάων ΐκρια νηῶνimage

15.686 φοίτᾱ μακρὰ βιβάς . φωνὴ δέ οἱ αἰθέρ’ ΐκανεν·image1

15.687 αἰεὶ δὲ σμερδνὸν βοόων , Δαναοῖσι κέλευεimage

15.688 νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν· οὐδέ μεν Ἕκτωρimage

15.689 μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·image

15.690 ἂλλ’ ὥς τ’ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθωνimage

15.691 ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων·image1

15.692 χηνῶν . ἢ γεράνων . ἢ κύκνων δουλιχοδείρων·image

15.693 ὡς Ἕκτωρ ΐθυσε ; νεὸς κυανοπρῴροιοimage

15.694 ἀντίος ἀΐσσων , τὸν δὲ Ζεὺς ὦρσεν ὄπισθεimage1, 2, 3, 4

15.695 χειρὶ μάλα μεγάλῃ . ὄτρυνε δὲ λαὸν ἅμ’ αὐτῷ·image

15.696 αὖτις δὲ δριμεῖᾰ μάχη παρὰ νηυσὶν ἐτύχθη·image

15.697 φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισινimage1

15.698 ἄντεσθ’ ἐν πολέμῳ· ὡς ἐσσυμένως ἐμάχοντο·image1

15.699 τοῖσι δὲ μαρναμένοισιν ὅδ’ ἦν , νόος· ἤτοι Ἀχαιοὶimage

15.700 οὐκ ἔφασαν φεύξεσθαι ὑπεκ κακοῦ· ἂλλ’ ὀλέεσθαι .image

15.701 Τρωσὶν δ’ ήλπετο θυμὸς ἐνι στήθεσσιν ἑκάστου .image

Scholia text

msA, 15.183, commenting on 15.678 κολλητὸν βλήτροισι δύω καὶ εἰκοσί πηχυ ⁚ τὸ μὲν βλῆτρον βαρυτονητέον· ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται σεσημειωμένου τοῦ λουτρον τὸ δε δύο καὶ εἰκοσί πηχυ ὑφ ἕν ἀναγνωστέον , τοὺς γὰρ ἀριθμοὺς οὕτω προφέρει . δια δε τοῦ ἰ ὼς εἰκοσινήριτα ⁚ τινὲς δὲ καὶ κατα παράθεσιν ὡς τὸ „ τρις και δέκατος “ καὶ τὸ θηλυκὸν τρις και δεκάτη ⁑image

msA, 15.184, commenting on 15.679 ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι , ὅτι κέλητα αὐτὸς μὲν οἷδε χρωμένους δὲ τοὺς ἥρωας οὐ συνίστησι , το δε κελητίζειν κέλητι ἱππεύειν καὶ ἐν ἀμφ’ ἑνὶ δούρατι βαῖνε κέληθ’ ὡς ἵππον ἐλαύνων · παράγωγον δέ ἔστι τὸ ῥῆμα παρα τὴν κέλητος γενικὴν ἀντι γὰρ τοῦ ἱππεύειν κακῶς οὖν ὅσοι διαστέλλουσι καὶ γαρ ἐλέγχονται ἐκ τῆς τοῦ τ μόνης ἐνότητοςimage

msA, 15.185, commenting on 15.691 βοσκομενάων , εἰ αρσενικῶς ἔλεγοντο οἱ κύκνοι , πάντως ἂν ἐπεκράτησε· καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας ⁑image

msA, 15.186, commenting on 15.698 ἄντεσθ’ ἐν πολέμῳ , Tυραννίων παροξύνει ὡς λαβέσθαι πυθέσθαι ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον οὐχ ὑγιῶς σημαίνει γὰρ παρατατικὸν καὶ ἔστιν τὸ ῥῆμα παρ’ αὐτῷ καὶ βαρυνόμενον , τὸ γὰρ ἤντησ’ οὐδὲ ἴδον καὶ ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος ἀπο περισπωμένου κέκλιται τὸ δὲ ὡς ὰν τίς σε συναντόμενος , ὡς ἁπτόμενος καὶ ἤντετο γάρ τοι Φοῖβος ὡς ἥπτετο ὁμολογεῖ τὴν βαρεῖαν τάσιν οἷς ἀκόλουθον καὶ τὸ ἄντεσθαι· στικτέον δὲ ἐπι τῷ πολέμῳ καὶ τὸ ἑξῆς καθ αυτὸ μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον ⁑image

msAext, 15.21, commenting on 15.694 αϊξαςimage

msAext, 15.22, commenting on 15.694 ῶσεν ὄπισθimage

msAil, 15.34, commenting on 15.679@ἵπποισι ἱππεύεινimage

msAil, 15.35, commenting on 15.684@ἀμείβεται μεταβαίνειimage

msAim, 15.71, commenting on 15.681 γράφεται διώκῃimage

msAim, 15.72, commenting on 15.686 γράφεται βιβῶνimage

msAim, 15.73, commenting on 15.694 γράφεται ἀΐξαςimage

msAim, 15.74, commenting on 15.697 οτ ὡς προς τινα διαλέγεται οὐκ έστι δὲ ἀλλ’ ἔστι φαὶη τίς ἂν ⁚image

msAint, 15.52, commenting on 15.681 ἱππεύηταιimage

msAint, 15.53, commenting on 15.694 Ἀρίσταρχ ὡσέν όπισθ τ χωρὶς τοῦ ρ καὶ ἀντιος διὰ τοῦ ςimage