Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 205r

Manuscript msA, page 205r

image

prev: 204v next: 205v

Iliad text

15.702 νῆας ἐνιπρήσειν . κτενέειν δ’ ἥρωας Ἀχαιούς ·image

15.703 οἱ μὲν , τὰ , φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·image

15.704 Ἕκτωρ δὲ πρύμνης νεὸς ἥψατο ποντοπόροιοimage

15.705 καλῆς . ὠκυάλου . ἣ Πρωτεσίλαον ἔνεικενimage1, 2, 3, 4

15.706 ἐς Τροίην . οὐδ’ αῦτις ἀπήγαγε πατρίδα γαῖαν·image

15.707 τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τεimage

15.708 δῄουν ἀλλήλους αὐτοσχεδὸν . οὐδ’ άρα τοί γεimage

15.709 τόξων ἀϊκὰς ἀμφὶς , μένον . οὐδ έτ’ ἀκόντων .image1

15.710 ἂλλ’ οἵ γ’ ἐγγύθεν ἱ̈στάμενοι . ἕνα θυμὸν ἔχοντες·image

15.711 ὀξέσι δὴ πελέκεσσι καὶ ἀξί̄νῃσι μάχοντο .image

15.712 καὶ ξίφεσιν μεγάλοισι . καὶ ἔγχεσιν ἀμφιγύοισι·image

15.713 πολλὰ δὲ φάσγανα καλὰ . μελάνδετα· κωπήεντα·image1

15.714 ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον· ἄλλα δ’ ἀπ’ ὤμωνimage1

15.715 ἀνδρῶν μαρναμένων . ῥέε δ’ αἵματι γαῖα μέλαινα·image

15.716 Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν . οὐχι μεθΐει·image1

15.717 ἄφλαστον μετα χερσὶν ἔχων . Τρωσὶν δὲ κέλευεν·image1

15.718 οἴσετε πῦρ . ἅμα δ’ αὐτοὶ ἀολλέες ώρνυτ’ ἀϋτήν·image1

15.719 νῦν ἥμιν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκεimage

15.720 νῆας ἑλεῖν . αἳ δεῦρο θεῶν ἀἕκητι μολοῦσαι .image

15.721 ἡμῖν πήματα πολλὰ θέσαν κακότητι γερόντων·image

15.722 οἵ μ’ ἐθέλοντα μάχεσθαι ἐπὶ πρύμνῃσι . νέεσσιν .image1

15.723 αὐτόν τ’ ἰ̈σχανάασκον . ἐρητύοντό τε λαόν·image

15.724 ἂλλ’ εἰ δή ῥα , τότε βλάπτε φρένας εὐρύοπα Ζεὺςimage

15.725 ἡμετέρας . νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει·image1

15.726 ὡς ἔφαθ’ . οἱ δ’ ἄρα μᾶλλον ἐπ’ Ἀργείοισιν ὄρουσαν·image

Scholia text

msA, 15.187, commenting on 15.705 ‡ καλῆς ὠκυάλου⁚ ἐψίλωσαν τὸ α παραγωγὴν εδεξαμενοι καὶ οὐ σύνθεσιν καὶ οὕτως ἡ παράδοσις ἐπείσθη , καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ωκὺ ἐκ τῆς λέξεως σημαίνεται· ἡ δὲ ἁλός γενικὴ ἐν τῆ συνθέσει ἐπι μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνα Εὐρύαλος Ἀμφίαλος Ἀστυαλος ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνα · πολλαὶ ἐν αμφιάλῳ Ἰ̈θάκῃ , „ ἀγχίαλον τ’ Ἀντρῶνα “ ὑφ’ ἁλος , ὥστε καὶ κατα τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον ⁑image

msA, 15.188, commenting on 15.705 σχο · επιθετικὸν γὰρ ὂν δασύνεσθαι ὤφειλεν , ἀλλα τοῦτο εἰ σύνθετον ἦν ἐγένετο ἄν νῦν δέ ὡς ἐν τοῖς ἄνω εἶπεν παραγωγὴν ἔλαβεν τῆς ἁλὸς κατα παρολκὴν κειμένης . Διονύσιος δὲ ὁ Αλικαρνασσεύς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων οὕτως ἔφη· Φίλιππος μὲν τῆς μέσης δασυνομένης τὸ προσηγορικὸν οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους , ἀναγινωσκομεν Ἤλιε φιλίπποις Θριξὶ πρέσβιστον σέλας · Φίλιππος δὲ ψιλῶς ὁ Μακεδών · καὶ ὠκύ ἁλος μὲν δασέως ἡ ναῦς· ψιλῶς δὲ ὁ ἀνήρ · ὧρτο μὲν Ἄκρονεως τὲ καὶ Ὠκύαλος ἐναντίως δὲ ὁ Ἡρῳδιανος ⁑image

msA, 15.189, commenting on 15.712-15.714 καὶ ξίφεσιν μεγάλοισι , ἀθετεῖται ὅτι εὐτελὴς ὁ στίχος καὶ ἰδιώτης τῆς μάχης οὐ σώζεται· ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται , νῦν δὲ πελέκεσι καὶ ἀξίναις ὁ δὲ Διονύσιος . πῶς οὖν ἐπιφέρει πολλὰ δὲ φάσγανα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον εἰ μὴ εἶχον ξίφη ⁑image

msA, 15.190, commenting on 15.709 τόξων ἀϊκας , ὡς παλλακὰς καὶ ἐγένετο παρα τὸ ἀΐσσω ἀϊκή ὡς φυλάσσω φυλακή ὑλάσσω ὑλακή . ἔστι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἄϊξ ἥτις ἐν συνθέσει ἐστὶ καὶ παρ αυτῷ πολυάϊξ γυῖα δ’ ἔθηκ’ εν καὶ πολυάϊκος πολέμοιο καὶ „ κορυθάϊκι πολεμιστῇ . καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἄϊξ εὐθείαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν ὀφείλομεν κατα συστολὴν ἀναγινώσκειν ὅπερ οὐχ οὕτως ἔχει δῆλον γὰρ ἐκ τοῦ μέτρου· χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι ὡς τὰ εἰς κῆληγοντ ὑπερ δύο συλλαβὰς τῷ ϊ παραληγόμενα φιλεῖ βαρύνεσθαι ὡς ἔχει τὸ ἑλίκη ἐρίκη . μυρίκη Φοινίκη τὸ μέντοι ἀϊκή ὀξυτονήθη , ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε τῶν ἄλλων οὐχ οὕτως ἐχόντων ⁑image

msA, 15.200, commenting on 15.713 πολλὰ δὲ φάσγανα καλὰ⁚ ὅτι οὐ χρομένων τοῖς ξίφεσι προς μάχην χαμάδις ἔπιπτον ἀλλα τῶν ώμων κοπτομένων τοῖς πελέκεσι· καὶ τῶν καρπῶν σὺν τοῖς ξίφεσιν ⁑image

msA, 15.191, commenting on 15.717 ἄφλαστον⁚ τὸ λεγόμενον ἀκροστόλιον τῆς νεὼς πρύμνης εἴρηται δὲ κατ αντίφρασιν εὔθλαστον γὰρ ὑπαρχ ⁑image

msA, 15.192, commenting on 15.718 οἴσετε πῦρ⁚ ὅτι οἴσετε ἀντι τοῦ φέρετε οὐ γὰρ τὸν μέλλοντα δηλοῖ τὸ οἴσετε . ἀλλ ἀπο τοῦ οἶσε ο ἐστιν ἀνάλογον τὸ φέρε ⁑image

msA, 15.193, commenting on 15.719-15.720 νῦν ἥμιν πάντων· νῦν ἀντι τοῦ πάντων τῶν τολμηθέντων εἰς ἡμᾶς ἀξίαν ἀμοιβήν παρέσχεν ἡμῖν ὁ Ζεὺς προς τὸ ἑλεῖν τὰς ναῦς ⁑image

msA, 15.194, commenting on 15.725 νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει , βαρυτόνως ἀναγνωστέον καὶ ὡς ἀπο περισπωμένου δείκνυται τινὰ ἔχων κινήματα . ὥσπερ ἐπὶ τοῦ καὶ δε τόδ’ ἠνώγεον εἰπεῖν ἔπος , οὐκ αναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ περισπᾶν κλίνεται γὰρ καὶ ὡς βαρύτονον ὥσπερ ἐπι τοῦ ὅς ποτ’ ἐνι Τρώων ἀγορὴν Μενέλαον ἄνωγεν · πρόδηλον κακ τῶν προστακτικῶν ἀνώγετον . ἀνωγέτω · ἄνωχθι δέ μεϊ γαμέεσθαι δι ὃ καὶ βαρυτόνως ἀναγνωστέον ⁑image

msAext, 15.23, commenting on 15.705 τοιουτ καλτο ταλαυρινο ⁑image

msAim, 15.75, commenting on 15.716 οτ Ζηνοδ γράφει οὐκ εμεθίει ⁑image

msAint, 15.54, commenting on 15.705 σημimage

msAint, 15.55, commenting on 15.714 ουτ δια τοῦ ο πέσον ⁑image

msAint, 15.56, commenting on 15.722 οτ δεῖ κατ τὸ τέλειον προφέρεσθ ἐθέλοντα ⁑image