Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 205v

Manuscript msA, page 205v

image

prev: 205r next: 206r

Iliad text

15.727 Αἴας δ’ οὐκέτ’ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·image

15.728 ἂλλ’ ἀνεχάζετο τυτθὸν , ὀϊόμενος θανέεσθαι .image

15.729 θρῆνυν ἐφ’ ἑπταπόδην· λί̆πε δ’ ΐκρια νηὸς ἐΐσης .image1

15.730 ἔνθ’ ὰρ’ ὅ γ’ ἑστήκει δεδοκημένος . ἔγχεϊ δ’ αἰεὶimage1

15.731 Τρῶας ἄμυνε , νεῶν . ὅς τις φέροι ἀκάματον πῦρ·image

15.732 αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευεν·image

15.733 ὦ φίλοι . ἥρωες . Δαναοὶ θεράποντες Ἄρηος .image

15.734 ἀνέρες ἔστε φίλοι . μνήσασθε δὲ θούριδος ἀλκῆς·image

15.735 ἠέ τινας φαμὲν εἶναι ἀοσσητῆρας ὀπίσσω .image1

15.736 ἠέτι . τεῖχος ἄρειον . ὅ κ’ ἀνδράσι λοιγὸν ἀμῦναι .image

15.737 οὐ μέν τις . σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα .image1, 2

15.738 ᾗ κ’ ἀπαμυναίμεσθ’ , ἑτεραλκέα δῆμον ἔχοντες·image1

15.739 ἂλλ’ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάωνimage1

15.740 πόντῳ κεκλιμένοι . ἑκὰς , ήμεθα πατρίδος αἴης·image

15.741 τῶ ἐν χερσὶ φόως , οὐ μειλιχίῃ πολέμοιο .image1, 2, 3

15.742 ῇ καὶ μαιμώων ἔφεπ’ ἔγχεϊ ὀξυόεντι·image

15.743 ὅς τις δὲ Τρώων , κοίλῃς ἐπὶ νηυσὶ φέροιτοimage

15.744 σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος ὀτρύναντος .image1, 2

15.745 τὸν δ’ Αἴας ούτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·image

15.746 δώδεκα δὲ προπάροιθε , νεῶν αὐτοσχεδὸν οῦτα ⁑image

Scholia text

msA, 15.195, commenting on 15.729 ‡ θρῆνυν⁚ ὑποπόδιον . θρῆνυν δὲ βέλτιον καλεῖσθαι ὑπο Ὁμήρου τὰς καθέδρας τῶν ἐρετῶν· ἀναχωρῶν γὰρ ἀπο τῆς νεῶς κατα τῶν στρωμάτων ἐπι ταύτας ἀφικνεῖται· τινὲς δὲ τόπον τῆς νεὼς βάσιν ἔχοντα ἐφ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι ὃ καὶ ἐδωλιον φασίν ἄλλοι δὲ τὴν ὑποδεχομενην τὸν ἱστὸν τράπεζαν εἶπον· οἱ δὲ διαβάθραν ἀπο νεὸς εἰς νῆα ⁑image

msA, 15.196, commenting on 15.730 ἔνθ ὰρ ὅ γ’ ἐστήκει , ὅτι παθητικῶς δεδοκημένως ἀντὶ τοῦ δοκεύων ἐπιτηρῶν ὡς ῥάβδῳ πεπληγυῖα ⁑image

msA, 15.197, commenting on 15.735 ἦέ τινας φαμέν εἶναι⁚ τὸ φαμὲν ἐντελές ἐστι καὶ ἐνεστῶτα χρόνον σημαίνει διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον· εἰ μέντοι παρατατικὸς γίνοιτο . δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατ ἀρχὴν πάσχει καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται· ὅμοιον ὡς τὸ ἔφαμεν εντελεῖ ὥσπερ ἐπ εκείνου φαμὲν δέ οἱ οὐ τελέεσθαι ὅπερ οὐκ επιζητεῖ νῦν ἡ διάνοια ⁑image

msA, 15.198, commenting on 15.741 τῶ ἐν χερσὶ φόως· Ἀρίσταρχος κατα δοτικὴν ἔγραφεν συνάπτων δηλονότι ὅλον τὸν στίχον ἔσται δὲ ουτ τὸ ἑξῆς τῶ ἐν χερσίν οὐ μειλιχίχιῃ τελος πολέμοιο οἶον ἐν τῷ δόρατι οὐκ εν προσηνεία οὐδ’ ἐν ἀργίᾳ κεῖται ἡ τοῦ πολέμου σωτηρία· Διονύσιος δὲ ὁ Θρᾷξ κατ ευθεῖαν πτῶσιν ᾧ ἀκόλουθόν ἐστι στίζειν ἐπι τὸ φόως τελείᾳ στιγμὴ καὶ ἔσται καθε αὑτὸ ἑκάτερον ἡμιστίχιον· ὁ δε λόγος . διόπερ ἐν χερσὶν ἡ σρια , προσήνειᾳ δὲ οὐκ έστι πολέμου ⁑image

msA, 15.199, commenting on 15.741 οὐ μειλιχίῃ , σὺν τῷ ϊ τὸ μειλιχίῃ τὸ γὰρ λεγόμενον τοιοῦτο , διὸ τὸ τοῦ πολέμου φῶς ἡμῖν ἐν ταῖς χερσὶν οὐκ εν τῇ μειλιχίᾳ ἁπαντήσει ⁑image

msAext, 15.24, commenting on 15.737 ουμὲντι,image

msAext, 15.25, commenting on 15.744 οτρυνοντοςimage

msAil, 15.36, commenting on 15.738@ἑτεραλκέα αντ τοῦ ἑτέραν αλκήν ·image

msAim, 15.76, commenting on 15.737 ου μέν τις χω τοῦ σ Ἀριστ ⁑image

msAim, 15.77, commenting on 15.739 ἐν ἄλλῳ Τρώων ὁμάδω ⁑image

msAim, 15.78, commenting on 15.741 ουτ Ἀρισταρχ σὺν τῷ ϊ μειλιχίῃ ⁑image

msAim, 15.79, commenting on 15.744 το κήλειν θέλγειν εστ καὶ τέρπειν ⁑image

msAint, 15.57, commenting on 15.728-729 τὸ ἑξῆς ἀνεχατίζετο τυτθόν θρῆνυν ἐφεπταπόδην , ουτ οὖν διορθοτ ⁑image