Manuscript msA, page 206r
| prev: 205v | next: 206v |
16.1 ὡς οἱ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο-1
16.2 Πάτροκλος δ’ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
16.3 δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος .1
16.4 ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ .1
16.5 τὸν δὲ ἰ+δὼν ὠίκτιρε ποδάρκης δῖος ἀχιλλεύς .
16.6 καί μιν φωνήσας . ἔπεα πτερόεντα προσηύδα .
16.7 τίπτε δεδάκρυσαι πατρόκλεις , ἠΰτε κούρη
16.8 νηπίη . ἥ θ’ ἅμα μητρὶ θέουσ’ ἀνελέσθαι ἀνώγει
16.9 ἑιανοῦ ἁπτομένη , καί τ’ ἐσσυμένην κατερύκει1
16.10 δακρυόεσσα δέ μιν ποτιδέρκεται ὄφρ’ ἀνέληται-1
16.11 τῆι ΐκελος Πάτροκλε τέρεν κατα δάκρυον εἴβεις .
16.12 ἠέ τι μυρμιδόνεσσι πιφαύσκεαι ἢ ἐμοὶ αὐτῶι
16.13 ῆέ τιν’ ἀγγελίην Φθίης ἒξέέλευς οἶος .1
16.14 ζώειν μὰν ἔτι φασὶ Μενοίτιον . ἄκτορος υἱόν .1
16.15 ζώει δ’ αἰακίδης πηλεὺς μετὰ μυρμιδόνεσσι-
16.16 τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων .1
16.17 ἦε σύ γ’ ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται1, 2
16.18 νηυσὶν ἐπι γλαφυρῆισιν . ὑπερβασίης ἕνεκα σφῆς .
16.19 ἐξαύδα , μὴ κεῦθε νόωι . να εἴδομεν ἄμφω-
16.20 τὸν δὲ βαρὺ . στενάχων προσέφης πατρόκλεες ἱππεῦ .1
16.21 ὦ ἀχιλεῦ , πηλῆος υἱὲ μέγα φέρτατ’ ἀχαιῶν
16.22 μὴ νεμέσα . τοῖον γὰρ ἄχος βεβίηκεν ἀχαιούς -
16.23 οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι .
16.24 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε .1, 2
16.25 βέβληται , μὲν ὁ τυδείδης κρατερὸς Διομήδης .1, 2
msA, 16.A1, commenting on 16.1 ὥς οι μὲν περι νηὸς ἐϋσσέλμοιο σέλμα ἐστι τὸ μεταξὺ τῶν σανιδωμάτων ὃ σελὶς καλεῖται καὶ καθέδρα τοῦ ἐρεστού ἐστι- σέλμα εὔσελμος ὡσσῶμα εὔσωμος γέγονεν δὲ παρα τὸ σέλλω ὅ σημαίνει τὸ ἁρμῶ . καὶ σελμὸς ὁ μεθ ορμῆς ῥιπτούμενος λίθος ⁑
msA, 16.A2, commenting on 16.3 μελάνυδρος βαθεῖα σκοτεινή . τοῦ γὰρ μελαίμεσθαι αἴτιον τὸ βάθος . τὰ δὲ ἐχ επιπολλῆς ὕδατα λευκα καθ ὅτι πλέον ταῖς τοῦ ηλίου ἀκτῗσι καταυγάζεται ⁑
msA, 16.A3, commenting on 16.4 ἀιγίλιπος ὑψηλῆς . ἧς καὶ αῖγες ἀπολιμπάνονται δια τὸ ὔψος ἐλοφρὰ δὲ ἔχουσι καὶ νευρόδη τὰ σκέλη αἶγες . ὁι δὲ τῆς μηδὲν φυοίσης κατ ἀργείους . ὃ γὰρ ἀποτρώγει αἲξ- ἀσπορον ἀυτὸ ποιεῖ οὶ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγάς ⁑
msA, 16.A4, commenting on 16.13 ῆέ τινα’ γγελίην τὴν πρόθεσιν χωριστέον ἀπο τοῦ ἔκλυες . βραχὺ μέντοι παντελῶς τὸ διάστημα ὡσ κακεῖ ὑπερώ , ϊον εἰσ ἀναβᾶσα μαχης εξ απονέεσθαι ⁑
msA, 16.A5, commenting on 16.14 ζώειν μὰν ἔτι φασὶ Αἰακος διὸς καὶ Ἀγήνης γείμας Ἐνδηΐδα τὴν Χείρονος θυγατέρα ἔσχε δύο παίδας Πηλέα καὶ Τελαμῶνα - μιγεὶς δὲ καὶ Ψαμάθῃ τῇ Νηρηΐδι . γεννᾶ Φῷκον . τοῦτον Πηλεὺς ἀποκτεινας ἔφυγεν εἰς Μαγνησίαν τῆς Θεσσαλίας προς Χείρονα - Τελαμὼν καὶ ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως , καὶ ἀυτὸς ἔνα τῶν κυνηγούντων ἔφυγεν εἰς Σαλαμῖνα καὶ γήμας Ἡερίβοιαν τὴν Ἀλκάθου , ἐγέννησεν Αἴαντα - Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα Πάτροκλον , ἐτέκνωσεν ὁ δε ἀποκτείνας καὶ αὐτὸς αὐκουσίως Ἀμφιδάμαντος παῖδα Κλεισώνυμον ἔπεμπε προς Πηλέα τὸν Χείρονος θεῖον ὃς αὐτὸν μετα Ἀχιλλέως ἐθρεψεν , ἡ ἱστορία παρα Φιλοστεφάνῳ ⁑
msA, 16.A6, commenting on 16.24 ἐν νηυσὶ κέαται προς τὴν σύλληψιν , οἱ μὲν γὰρ βεβλημένοι ῆσαν , οἱ δὲ οὐτασμένοι ⁑
msA, 16.A7, commenting on 16.25 βέβληται μὲν ὁ Τυδείδης , ἀντι τοῦ ἐκ βολῆς τέτρωται- ἐζήτηται δὲ πῶς Πάτροκλος περι Μαχάονος μηδὲν εἰπὼν . καταλόγον ποιεῖται τῶν τετρωμένων- καὶ ῥητέον- ὡς βεβαιοὶ τὴν Ἀχιλλέως πρόληψιν ἵνα ἐλεῶν κινήσει παραλιπεῖν ὡς ἐλάττονα- λεγει δὲ περι ῶν μᾶλλον , ἠγωνία ⁑
msAext, 16.A1, commenting on 16.17 ἠὲαυ’
msAil, 16.A1, commenting on 16.12@πιφαύσκεαι αντ σημαίνεις
msAim, 16.A1, commenting on 16.10 Ζηνοδ δακρυόσσα δέ μιν προσδέρκεται .
msAim, 16.A2, commenting on 16.17 οτ ἐλλειπ ἡ περί περὶ Ἀργείων ⁑
msAint, 16.A1, commenting on 16.9 οτ ἑανὸς καὶ πέπλος τὸ ἔνδυμα ⁑
msAint, 16.A2, commenting on 16.12-16.13 πάντες περιεσπάσθησαν οἱ συν κατ λόγον τῶν ερωτηματικῶν ⁑
msAint, 16.A3, commenting on 16.16 δια τοῦ η τεθνῃώτων αἱ Ἀρισταρχ
msAint, 16.A4, commenting on 16.20 πρὸς τὴν τοῦ λόγου αποστροφήν ⁑
msAint, 16.A5, commenting on 16.24 ὡς ἱ+στάμε προ προείρητ δὲ :
msAint, 16.A6, commenting on 16.25 Ἀριστοφ έξω τοῦ άρθρου βέβλητ μὲν Τυδείδης ⁑