Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 206v

Manuscript msA, page 206v

image

prev: 206r next: 207r

Iliad text

16.26 οὔτασται δ’ ὀδυσεὺς δουρὶκλυτὸς ἠδ’ ἀγαμέμνων -image

16.27 βέβληται δὲ καὶ εὐρύπυλος κατὰ μηρὸν ὀϊστῶι-image

16.28 τοὺς μέν τ’ ἰ+ητροὶ πολυφάρμακοι ἀμφιπένονταιimage1

16.29 ἕλκε’ ἀκειάμενοι , σὺ δ’ ἀμήχανος ἔπλευ ἀχιλλεῦ .image1

16.30 μὴ ἐμέ γ’ οὖν οῦτός γε λάβοι χόλος ὃν σὺ φυλάσσεις .image1

16.31 αἰναρέτη . τί , σευ , ἄλλος ὀνήσεται ὀψίγονός περ ,image1

16.32 αἴ κε μὴ ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνηις-image

16.33 νηλεές . οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα πηλεὺςimage

16.34 οὐδὲ θέτις μήτηρ . γλαυκὴ δέ σ’ ἔτικτε θάλασσα-image1

16.35 πέτραι τ’ ἠλίβατοι- ὅτι τοι νόος ἐστιν ἀπηνής-image

16.36 εἰ δέ τινα φρεσὶ . σῆισι θεοπροπίην ἀλεείνεις ,image

16.37 καί τινά τοι παρ ζηνὸς ἐπέφραδε πότνια μηρ .image1

16.38 ἂλλ’ ἐμέ περ πρόες ὦχ’ . ἃμα δ’ ἄλλον λαὸν όπασσονimage

16.39 μυρμιδόνων . ἤν πού τι φόως δαναοῖσι γένωμαι .image

16.40 δὸς δέ μοι ὤμοιϊν τὰ σὰ τεύχεα θωρηχθῆναιimage

16.41 αἴ κ έμε σοὶ ἴ+σκοντες ἀπόσχωνται πολέμοιοimage1, 2

16.42 τρῶες . ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες ἀχαιῶνimage

16.43 τειρόμενοι . ὀλίγη δέ τ’ ἀνάπνευσις πολεμοιο-image

16.44 ῥεῖα δέ κ’ ἀκμῆτες , κεκμηότας ἄνδρας . ἀϋτῆιimage1

16.45 ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων-image

16.46 ὡς φάτο λισσόμενος , μέγα νήπιος . ῆ γὰρ ἔμελλεν-image1, 2

16.47 οἷ αὐτῶι θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι-image1

16.48 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς -image

16.49 ὤ μοι διογενὲς πατρόκλεις οἷον ἔειπες-image

16.50 οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα-image

Scholia text

msA, 16.B1, commenting on 16.28 τοὺς μέν τ’ ϊητροὶ ὅτι οὐ μόνοι ὁι περι μαχάονα καὶ ποδαλείροιν συνεπεπλέκεισαν ἱ+ατροὶ , ἀλλὰ καὶ ἄλλοι πλείονες ⁑image

msA, 16.B2, commenting on 16.29 ἔλκε ακειάμενοι σὺ δ’ ἀμήχανος ὅτι νῦν ἀμήχανος προς ὃν οὐκ έστι μηχανήσασθαι , οὐκ αυτὸς μη δυνάμος μηχανήσασθαι ⁑image

msA, 16.B3, commenting on 16.30 μὴ ἐμέ γ’ οὖν οὐτοί γε χόλος ὅτι ὁ χόλος ἀντιμετείληπται ὡς ἰσοδυναμῶν τῇ μήνιδι ⁑image

msA, 16.B4, commenting on 16.31 αἰναρέτη τίς σευ ἄλλος ὅτι γράφουσιν αἴν’ ἀρετῆς καὶ ἐκφέρουσι κατα τὸ περισπώμενον . ἵν’ ᾖ πρότερον αἰνέ . εἶτα προσ τὰ κάτω ἀρετῆς τί σευ ἀλλός ονήσεται , πιθανώτερ δὲ συνθετώς αἰναρέτη ἐπι κακῶ τὴν ἀρετὴν ἔχων ⁑image

msA, 16.B5, commenting on 16.47 καὶ κῆρα λιτέσθαι- ὁ ἀσκαλωνίτης ἀξιοῖ ομοίως τῷ λίστεσθαι ἐπὶ ἐνεστῶτος χρόνου ἀπο οριστικοῦ τοῦ λίτομαι ἐισὶ δὲ οἱ παροξύνοισιν ὁμοίως τῷ λαβέσθαι . ἐγὼ δ’ ἐπαινῶ τὸν ἀσκαλωνίτην προπαροξύνοντα ἐπι ἔνεστῶτος , τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον , ἔμελλε γὰρ αὐτῷ θάνατον λίσσεσθαι δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ απιθάνως ὅνπερ γαρ τρόπον ἐν ετέροις διαλαμβάνων περι τοῦ μεταλλῆσαι καὶ ἐρέσθαι ἀξιούντων πάντων τῷ έρεσθαι . ὁμοίως τῷ πυθέσθαι ἐπειδήπερ μέσος δεύτερος ἀόριστος ἐστιν ἀπεφηνάμην ὡς ἡ παράδοσις τρίτην ἀπο τέλους ἐποίησε τὴν οξείαν οὐ τῷ σημαινομένω πεισθεῖσα , ἀλλα τῷ χαρακτῆρι τῆς φωνῆς ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο ὄντα ἐνεστῶτος , οἶον φέρεσθαι δέρεσθαι- καὶ εῖχε τὴν ρε συλλαβὴν προ τέλους τῆς ἀρχούσης συλλαβῆς εἰσ τὸ ε ληγούσης . ούτως καὶ τὸ ἔρεσθαι ἀναδεξάμενον τὰυτα χαρακτηρα προπαρωξύνετο οὐ τῷ λόγῳ τοῦ ἀορίστου , τῇ δε ὁμοιότητι τῆς φωνῆς τὸν αὐτὸν τρόπον καὶ ἐπι τοῦ προκειμένου ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι τοῦτο γὰρ αιτεῖ καὶ τὸ νοητὸν καὶ σχηματισμός παρα τὸ λίτομαι ἀλλ’ επεὶ τὰ εἰσ σθαι ἀπα ρέμφατα τῷ ε παραληγόμενα οὐκ οὔντα ἀπο τῶν εἰς μι ἔχοντα ἐν τῇ τρίτη ἀπο τέλους συλλαβῆν τὸ ἴ συνεσταλμένον μὴ ἐπιφερομενῶν αὐτῷ μήτε δύο συμφώνων μήτε διπλου παρωξύνετο ὥσπερ ἔχει τὸ λιπέσθαι πιθέσθαι ἰδέσθαι ἰκέσθαι οὕτως καὶ τὸ λιτέσθαι παρώξυνεν ἡ παράδοσις οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα τῷ δε τοῦ χαρακτῆρος , παρεκτέταται τὸ κεφάλαιον τῷ ἡρῳδιανῷ ⁑image

msA, 16.B6, commenting on 16.34 οὐδε θέτις μήτηρ γλαυκὴ δὲ ὅτι νῦν ἅπαξ τὴν θάλασσαν ἐπιθετικῶς γλαυκὴν εἶπεν τοῦτο δε φησι δια το τῆς θαλάσσης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρὸν - ὀ δὲ ἡσίοδος καὶ χω τοῦ θάλασσα φησι καί τοις οι γλαυκὴν δυσπέμφελον ⁑image

msA, 16.B7, commenting on 16.37 εἰ δέ τινα φρεσὶ σῇσι , θετίς καταναγκασθεῖσα ὑπο διὸς πηλεῖ γαμηθῆναι , τὰ γεννὼμενα παιδία εἰς πῦρ ἔβαλλε , νομίζουσα τὰς θνητὰς τῷ πυρὶ σάρκας καταφλέξειν- τὸ δὲ αθάνατα διαφυλάξειν οὕτως ἓξ παῖδας διέφθειρεν . ἕβδομον δὲ γενόμενον χιλλέα , ὁμοίως εἰ τὸ πῦρ ἔβαλλεν . θεασάμενος δὲ πηλεὺς ἀφήρπασε τὸν παίδα καὶ ενεγκὼν εἰ τὸ πήλιον όρος τρέφειν παρέδωκε χείρονι- ὁ δὲ λεόντων καὶ ἄρκων μυελοῖς τρέφων ἐκάλεσεν ἀχιλλέα , διδαξας δὲ τὴν ϊατρικὴν τεχνῶν καὶ λυρικὴν καὶ μουσικὴν , ἀπέδωκε τῷ πατρὶ . ἀγανακτήσασα δὲ θέτις καὶ καταλιποῦσα τὸν πηλέα ἐχωρίσθη εἰς θάλασσαν . στρατευομένῳ δὲ ἐπι ἴλιον τῷ αχιλλεῖ προεῖπεν ὅτι πολεμῶν μὲν τρωσι ζωὴν ολιγοχρόνιον κτήσεται . πλείστην δὲ τὴν δόξαν- ἀπεχόμενος δὲ τῆς μαχῆς ἄδοξον μὲν βίον πολυχρόνιον δὲ διάξει , ἃ μαθὼν ὁ ἀχιλλεὺς δόξαν αἰόνιον ζωῆς προσαίρου προκρίνας ἐπεστράτευσεν . ἡ ϊστορία παρα λυκόφρονι ⁑image

msA, 16.B8, commenting on 16.41 αἴ κ έμε σοὶ σκοντες ὅτι τὸ ΐσκοντες , ἀνάλογόν ἐστι τῷ κατα διαίρεσιν ἐΐσκοντες ὁμοιοῦντες ἔϊκτο δὲ θέσκελον αὐτῷ ἡ δὲ ἀναφορ πρός τοὺς ἀπεκδεξαμένους τὸ ἴσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν τὸ γὰρ ΐσκεν ὑπολαμβάνουσι κεῖσθαι ἀντι τοῦ ἔλεγεν οὐκ ορθῶς ⁑image

msA, 16.B9, commenting on 16.41 ἴσκοντες ἀπόσχωνται- ὁ ἀσκαλωνίτῆς , κατα ἀφαίρεσιν φησὶν εῖναι τοῦ ε τὸ ΐσκοντες , Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει παρὰ τῷ ἐΐσκω ἐκδεξάμενος- ἄμεινον δὲ ἡ τοῦ πτολεμαίου ἀναγνωσις , πρὸ γὰρ τῆς δια τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι ὅτι μη τὴν αῦ , ταύτη οὖν μοι δοκεῖ ἀπο τοῦ ἴδω . εῖναι ὁ μέλλων εἴσω- καὶ ἅμα τῆ ἐπενθέσει τοῦ κ ἐΐσκω γεγενῆσθαι κατα τὴν διαίρεσιν . ἵνα μὴ δίφθογγος γένηται οὕτος οὖν καὶ τὸ ΐσκοντες ὀφείλομεν κατα ἀπολήν τοῦ ε ἀναγινώσκειν οὖ γὰρ μέτρον κωλύει ⁑image

msA, 16.B10, commenting on 16.44 ἀκμῆτες- ὡς ἀδμῆτες καὶ καθόλου ὅσα παρακείμενον συντέθειται ὀνόματα εἰς ης λήγοντα ὧν τὸ τέλος μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος μετα δύο συμφώνων ὀξύνεται οἶον ἰθυτρης μία συλλαβὴ ἐπι τέλους ἀπο παρακειμένου καὶ δυο σύμφωνα προ τοῦ η λεμοτμής , ἀβλαβής , προβλής οὔτως ἀκμής ⁑image

msA, 16.B11, commenting on 16.46 ὠς φάτο λισσόμενος , ἡ διπλῆ ὅτι καὶ νῦν τὸ ἔμελλεν σαφῶς οὐκ επι χρόνου οὐ γὰρ ἔμελλε λιτανεύσειν ἀλλ’ ἐλιτάνευσσεν ὅτι ἡ ἀντι τοῦ ἐώκει . καὶ ὅτι διαμέσου ἀναπεφώνηται τὸ ῆ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι ὡς καὶ ἐν - οὐδ’ ἔνθα πεφυγμένος ῆεν ἀέθλων καὶ μετα οῖσι φίλοισιν - ⁑image

msA, 16.B12, commenting on 16.46 ἡ μεν συνήθεια- ἀνεπιτηδεύτως συνάπτει ἄχει τοῦ μεγά νήπιος- τάχα δ’ ἀν μείζων γένοιτο ἡ ἔμφασις εἰ καθ εαυτὸ λέγοιτο τὸ μεγά νήπιος ⁑image

msAil, 16.B1, commenting on 16.47@λιτέσθαι ϊκετένεινimage

msAim, 16.B1, commenting on 16.31 τοῦτο καθ εαυτὸ προενεκτέον μᾶλλον γαρ ἐμφαίνει τὸν σχεταιαζονταimage

msAim, 16.B2, commenting on 16.44-16.45 οἱ αστερίσκοι ὅτι υπ νέστορος οὐκ ορθῶς λέγονταιimage

msAim, 16.B3, commenting on 16.50 ἀρισταρχος εἴ τίνα οἰδα δια τοῦ εῖimage