Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 207r

Manuscript msA, page 207r

image

prev: 206v next: 207v

Iliad text

16.51 οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδὲ πότνια μηρ .image

16.52 ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει .image

16.53 ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι .image

16.54 καὶ γέρας ὰψ , ἀφελέσθαι , ὅ τε κράτεϊ προβεβήκῃ-image

16.55 αἰνὸν ἄχος τό μοι ἐστιν ἐπεὶ πάθον ἄλγεα θυμῷ-image

16.56 κούρην- ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν -image

16.57 δουρὶ δ’ ἐμῷ κτεάτισσα , πόλιν εὐτείχεα πέρσας .image1, 2, 3

16.58 τὴν ὰψ , ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνωνimage

16.59 Ἀτρείδης , ὡς εἴ τιν’ ἀτίμητον μετανάστην-image

16.60 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν . οὐδ’ άρα πως ἦνimage1

16.61 ἀσπερχὲς κεχολῶσθαι ἐνι φρεσίν- ἤτοι ἔφην γεimage1, 2

16.62 οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν- ἀλλ’ ὁπότ ἀν δὴimage

16.63 νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε-image

16.64 τύνη δ’ ὤμοιϊν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι-image

16.65 ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι .image

16.66 εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκεimage

16.67 νηυσὶν ἐπικρατέως , οἱ δὲ ῥηγμῖνι θαλάσσηςimage

16.68 κεκλίαται- χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντεςimage1

16.69 Ἀργεῖοι . Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκεimage1

16.70 θάρσυνος . οὐ γὰρ ἐμῆς κόρυθος λεύσουσι μέτωπονimage

16.71 ἐγγύθι λαμπομένης- τάχα κεν φεύγοντες ἐναύλουςimage

16.72 πλήσειαν νεκύων- εἴ μοι κρείων Ἀγαμέμνωνimage

16.73 ήπια εἰδείη- νῦν δὲ στρατὸν ἀμφιμάχονται-image

16.74 οὐ γὰρ Τυδείεω Διομήδεος ἐν παλάμῃσιimage1

16.75 μαίνεται ἐγχείη . Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι-image

Scholia text

msA, 16.C1, commenting on 16.53-16.54 ‡ ὁππότε δὴ τῶν ὁμοῖων : τὸ δίστιχον τοῦτο ἢ τοῖς ἄνω προσδοτέον ἵνα τὸ προβεβήκει στίζωμεν , ἠ τοῖς ἐξῆς . ἵνα τὸ μὲν ἱ+κάνει στίζωμεν τὸ δε προβεβήκει ὑποστίζωμεν ⁑image

msA, 16.C2, commenting on 16.56-57 κούρην ἣν ἄρα μοι γέρας , ταῦτα ἀπ’ άλλης ἀρχῆς παραδιηγεῖται γὰρ τὰ γεγονότ , ὑποστικτέον δὲ ἐπι τὸ Ἀχαιῶν καὶ πέρσας ⁑image

msA, 16.C3, commenting on 16.57 δουρὶ δ’ εμῶ κτεάτισσα : ἡ διπλῆ ὅτι ἰδίως καὶ παρα τὴν ἡμετέραν συνήθειαν κτεάτισσα κατα τὸ ἐνεργητικὸν ἀντι τοῦ ἐκτησάμην , καὶ ἐν πολλὰ κτεατίσσας , ἀντι τοῦ κτησάμενος ⁑image

msA, 16.C4, commenting on 16.57 ἡ τετριμμέ ἀνάγνωσις προπαροξύνει τὸ εὐτείχεα τοῦ λόγου ἀξιοῦντος παροξύνειν εἴ γε τὸ εὐτειχής ὀφείλει ὀξύνεσθαι- τὰ γὰρ παρ ουδέτερα δισύλλαβα εἰς ος λήγοντα μὴ τῷ η παραληγόμενα , συντιθέμενα εἰς ης λήγοντα ἀρσενι ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα , εἶδος εὐεοδής βάθος ἀγχιβαθὴς δὲ θάλασσα , τὸ η παρῃτησάμην δια τὸ μὴ εὐμήκης , τὴν δισυλλαβίαν , δια τὸ εὐμεγέθης , τῶν παρα τὸ ἔτος ὑπεξαιρουμένων ὅτριχας γὰρ οἱ ἐτέας ἀνέγνωμεν μόνως οὖν εὐτειχής καὶ εὐτειχέα . δευτέρω λόγω ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παράκειται ἐπιθετικα ὀξυνόμενα , Διογένης αὐτὰρ ὁ διογενής , Πολυνίκης ἀλλα πολυνικὴς δι Ελενα Παγκράτης ἄ δε παγκράτης ἀλήθεια , Εὐρυσθένης - ὁ πλοῦτος εὐρυσθενής . εἰ δεῖ ἐστιν Εὐτείχης ὄνομα κν , παρὰ Ἀλκμᾶνι , ὀξύνεται τὸ ἐπιθετικόν- πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις δώσωμεν ἀφορμήν-image

msA, 16.C5, commenting on 16.57 τὰ εἰς ος λήγοντα οὐδετέρα συντιθέμενα ἀπ ευθείας συντίθεται- ξίφος ἄξιφος μόνον τὸ τεῖχος , καὶ ἀπο γενικῆς τείχεος εὐτείχεος , ἀφ οὗ τὸ δώσει π Τροΐην εὐτείχεον ἐξαλαπάξαι , μεταπλασμὸς εὐτείχεα , ὡς πυργοκέρατον πυργοκέρατα πάθος παρέλαβενος ἵνα βοηθήσω τῇ τετριμμένη τάσει ⁑image

msA, 16.C6, commenting on 16.65-16.70 ἄρχε δὲ Μυρμιδόνεσσι , ἀναγκαῖαι αἱ διαστολαί μάχεσθαι ἐπικρατέως Ἀργεῖοι , στικτέον δὲ ἐπι τὸ θάρσυνος ⁑image

msA, 16.C7, commenting on 16.66-16.67 εἰ δὴ κυάνεον : Τρώων νέφος ἀμφιβέβηκε- εἰ δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχει τὸν ναυσταθμον- νέφος γὰρ νῦν τὸ τῶν στρατιωτικῶν πλῆθος ⁑image

msAim, 16.C1, commenting on 16.59 οτ αντ τοῦ ατιμητου μετανάστου ὡς τὸ επειμ’ ἀφελεσθέ γε δόντες αντι τοῦ ἐμου ⁑image

msAim, 16.C2, commenting on 16.62 πρὸς τὸ μηνιθμὼν παραλλήλως τέταχε τῷ χόλῳ ⁑image

msAim, 16.C3, commenting on 16.70 οτ αντ τεθαρσηκυῖαimage

msAim, 16.C4, commenting on 16.71 ουτ ἐναύλους διὰ τοῦ νimage

msAim, 16.C5, commenting on 16.75 τὸ εξῆς ἐστιν ἀπαμῦναι διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν ⁑image

msAint, 16.C1, commenting on 16.60 οτ τὸ εάσωμεν αντ τοῦ ἐάσωμενimage

msAint, 16.C2, commenting on 16.61 οτ τὸ ἔφην γε αντ τοῦ διενοήθimage

msAint, 16.C3, commenting on 16.61 βέλτιον τοῖς πρώτοις τὸ ἐνὶ φρεσὶ συντάττειν :image

msAint, 16.C4, commenting on 16.68 βραχὺ διασταλτ μετα τὸ κεκλίαται πρὸς τὸ σαφέστερον ⁑image

msAint, 16.C5, commenting on 16.74 οτ έοικεν ἀκηκοότι τὰ εἰρημένα υπ Διομήδους μετα τὴν πρεσβείαν ⁑image