Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 207v

Manuscript msA, page 207v

image

prev: 207r next: 208r

Iliad text

16.76 οὐδέ πω Ἀτρείδεω ὀπὸς ἔκλυον αὐδήσαντος-image1

16.77 ἐχθρῆς ἐκ κεφαλῆς- ἂλλ’ Ἔκτορος ἀνδροφόνοιοimage

16.78 τρωσὶ κελεύοντος περιάγνυται . οἱ δ’ ἀλαλητῷimage

16.79 πᾶν πεδίον κατέχουσι- μάχῃ νικῶντες Ἀχαιούς -image1

16.80 ἀλλὰ καὶ ὡς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνωνimage

16.81 ἔμπεσ’ ἐπικρατέως . μη δὴ πυρὸς αἰθομένοιοimage1

16.82 νῆας ἐνιπρήσωσι . φίλον δ’ ἀπο νόστον ἕλωνται .image

16.83 πείθεο δ’ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω-image

16.84 ὡς ἄ^ν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαιimage1

16.85 πρὸς πάντων Δαναῶν , ἀτὰρ οἳ , περικαλλέα κούρηνimage1

16.86 ὰψ , ἀπονάσσωσιν . ποτὶ ἀγλαὰ δῶρα πόρωσιν-image1

16.87 ἐκ νηῶν ελάσας . ϊέναι πάλιν- εἰ δέ κεν αὖ τοιimage1

16.88 δῴη κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἤρης -image1

16.89 μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζεινimage1

16.90 Τρωσὶ φιλοπτολέμοισιν ἀτιμότερον δέ με θήσεις-image1

16.91 μη δ’ ἐπ’ ἀγαλλόμενος πολέμω καὶ δηϊοτῆτι .image

16.92 Τρῶας ἐναιρόμενος προτὶ Ί+λιον ἡγεμονεύειν-image1

16.93 μή τις ἀπ’ Οὐλύμποιο θεῶν αἰεὶ γενετάων .image1

16.94 ἐμβήῃ- μάλα τοῦς γε φιλεῖ ἑκάεργος Ἀπόλλων -image

16.95 ἀλλὰ πάλιν . τροπάασθαι ἐπὴν φάος ἐν νήεσσιimage1, 2

16.96 θήῃς . τοὺς δ έτ’ ἐᾶν πεδίον κάτα δηριάασθαι-image1

16.97 αἲ γὰρ Ζεῦ τε πάτερ . καὶ Ἀθηναίη . καὶ Ἄπολλον .image

16.98 μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι .image

16.99 μήτέ τις Ἀργείων . νῶϊν δ’ ἐκδύμεν’ ὄλεθρον .image1, 2

16.100 ὄφρ’ οἶοι Τροίης ἱ+ερὰ κρήδεμνα λύωμεν-image1, 2

Scholia text

msA, 16.1000, commenting on 16.81 ἔμπεσ’ ἐπικρατέως ὅτι παθητικὸν ἀντι ενεργητικοῦ αἰθομένοιο ἀντὶ τοῦ αἴθοντος . καὶ ὅτι ἥ ὑπὸ πρόθεσις ἐλλείπει ὑπὸ πυρὸς βραχὺ δὲ διασταλτέον ἐπικρατέως , τάχα δ’ ἂν εἰ στίζοιμεν τελείᾳ ἐμφατικώτερα ἔσται τὰ ἑξῆς καθ εαυτὰ λεγόμενα ⁑image

msA, 16.1001, commenting on 16.84 ὡς ἅν μοι τιμήν : ἕως ὰψ ἀπονάσσωσι τοὺς τρεῖς στίχους , ἠ τοῖς ἄνω προσδότεον ἵνα στίζωμεν ἐπι τὸ πόρωσιν , ἢ τοῖς ἑξῆς , ἵνα ἀπ άλλης ἀρχῆς ἀναγινώσκωμεν ὡς άν μοι τιμὴν μεγάλην καὶ ὑποστίζωμεν ἐπι τὸ πόρωσιν ὃ καὶ βέλτιον καλῶς γὰρ ἔχει πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι πείσθητι ὡς ἐγώ σοι λέγω ἔπειτα αυτὸ τὸ πράγμα προφέρεσθαι ἵνα δόξαν τὲ καὶ τιμὴν παρ’ Έλλησι ποιήσειας ἀπελάσας τοὺς Τρώας ὑπόστρεφε ⁑image

msA, 16.1002, commenting on 16.86 ἀψ απο νάσσωσιν εἰς τουπίσω ἀποκαταστήσυσιν ἀποδώσουσεν . δια τὶ ὁ Αχι ἐπι καθαρέσει Διομήδους μέμνηται καὶ Αγαμέμνονοσ καὶ οὐδεμος ἄλλου λεγών οὐ γὰρ Τυδείδεω Διομήδεοσ οὐδέπω Ἀτρείδεω ῥητεὸν δὲ , ὅτι Ἀγαμέμνων μὲν εἰκότος ἠν ἔχθρος αὐτου καὶ Διομήδης δὲ δια λόγους ὑβριστικοὺς οὓς εἰς αυτὸν ἀπερρίφει μετα τὴν πρεσβείαν λέγει γὰρ μὴ ὄφελες λισσεσθαι ἀμύμονα πηλείωνα ⁑image

msA, 16.1003, commenting on 16.89 μὴ σύ γ’ ἀνευθεν ἐμεῖο , ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἦρκεν . πεποίηκε δὲ οὔτως , μὴ σύ γ’ ἀγαλλόμενος πολέμῳ καὶ δηϊοτήτι ἵν’ ἑπιβάλλῃ ἡ συνέπεια ἀναγκαῖοι δὲ εἰσὶν , σκοπὸς γὰρ τῷ Ἀχιλλεῖ μη ἀτιμωθῆναι τούτου κατευημερήσαντος ⁑image

msA, 16.1004, commenting on 16.90 ατιμότερον δέ με θήσεις : ὁ Ἀσκαλωνιτ ἀπόλυτον καὶ μονοσύλλαβον ἐξεδέξατο τῆν με ἀντωνυμίαν . δι ὁ καὶ ἐγκλιτικῶς ἀνέγνω- οὐ γὰρ προς έτορον πρόσωπον ἐστιν αὐτῷ ἡ διαστο καὶ οὕτως ἔχει ἡ ἀμείνων ἀνάγνωσις κεῖται γὰρ καὶ ὁ δὲ ἀντι τοῦ γάρ ⁑image

msA, 16.1005, commenting on 16.93 μή τις απ Οὐλύμποιο : ὅτι Ζηνόδοτος κατα τὸ ἑξῆς τέσσαρας ἀπο τούτου ῆρκε γράφει δὲ ἀντὶ αὐτῶν τοῦτο . μή σ’ ἀπογυμνωθέντα λάβη κορυθαίολος Έκτωρ - ἔστι δὲ εὐτελὴς καὶ τῇ συνθέσει καὶ τῇ διανοία ⁑image

msA, 16.1006, commenting on 16.95 ἀλλα πάλιν τροπάασθαι- Νικίας ὑφ’ ἓν ἀνέγνω παλιντροπάασθαι - Ἀπολλόδωρος δὲ κατα διάλυσιν- ἔφαμεν δὲ περὶ περὶ τῆς τοῦ πάλιν συνθέσεως ὅποτε καὶ περὶ τοῦ παλιμπλαχθέντας διελαμβάνομεν- ὡς ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖς ῥήμασι κατα διάλυσιν προσγίνεσθαι ⁑image

msA, 16.1007, commenting on 16.97-16.100 αἰ γὰρ Ζεύ τε περ . ἀθετοῦνται στίχοι τέσσαρες δι’ ότι κατὰ διασκευὴν ἐμφαίνουσι γεγράφθαι ὑπό τινος τῶν νομιζόντων ἐρᾶν τὸν Αχ τοῦ Πατρόκλου . τοιοῦτοι γὰρ οἱ λόγοι πάντες ἀπόλοιντο πλὴν ἡμῶν : καὶ ὁ Αχι ὁ τοιοῦτος συμπαθὴς δέ ⁑image

msA, 16.1008, commenting on 16.99 ἐκδύμεν ὄλεθρον : παροξυτονητέον- τὸ γὰρ πλῆρες ἐστὶν ἐκδύμεναι - ὁμοίως τὸ θοῶς ζευγνύμεν ἄνωγεν καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο ⁑image

msA, 16.1009, commenting on 16.100 κρήδεμνα : νῦν τὰ τάχει μεταφορικῶς- ἰδίως γὰρ κρήδεμνον τὸ τῆς κεφαλῆς κάλυμμα ⁑image

msAext, 16.1000, commenting on 16.95 τρωπᾶσθαιimage

msAext, 16.1001, commenting on 16.96 τοῦσ δε δ’ ἐᾶνimage

msAext, 16.1002, commenting on 16.100 λύοιμενimage

msAil, 16.C1000, commenting on 16.85@περικαλλέα ουτimage

msAim, 16.1000, commenting on 16.76 ἔν τισι τῶν υπομνημάτ ἔπος ἔκλυον :image

msAim, 16.1001, commenting on 16.79 βραχ διασταλτέον κατέχουσι ⁑image

msAim, 16.1002, commenting on 16.85 τὸ οι αρθ εστ ἐγκλιτικὸν δὶο ἐν τῆ συντάξει ἐγκλιτεόν ⁑image

msAim, 16.1003, commenting on 16.88 παροξυτονητέον ἐστὶ γράφεται μεσος β αοimage

msAint, 16.1000, commenting on 16.87 τὸ αυ πεσπαστ δύο γάρ ἐστιν αῦ καὶ τοὶ :image

msAint, 16.1001, commenting on 16.92 οτ Ζηνοδ προς τὸ Ί+λιον αιπὺ διεσθimage

msAint, 16.1002, commenting on 16.99 ἡμεῖς δὲ ἐκφύγωμεν ⁑image