Manuscript msA, page 208r
| prev: 207v | next: 208v |
16.101 ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον-
16.102 Αἴας δ’ οὐκ έτ’ ἔμιμνε . βιάζετο γὰρ βελέεσσι-
16.103 δάμνα μιν Ζηνός τε νόος . καὶ Τρῶες ἀγαυοὶ
16.104 βάλλοντες . δεινὴ δὲ περι κροτάφοισι φαεινὴ
16.105 πήληξ βαλλομένη καναχὴν ἔχε . βάλλετο δ’ αἰεὶ1, 2
16.106 κὰπ φάλαρ’ εὐποίηθ’ , ὁ δ’\ ἀριστερὸν ῶμον ἔκαμνε .
16.107 ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον . οὐδε δύναντο
16.108 ἀμφ’ αὐτῷ πελεμίξαι . ἐρείδοντες βελέεσσιν .
16.109 αἰεὶ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι . καδ δέ οἱ ἱ+δρὼς
16.110 πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν . οὐδέ πῃ εἶχεν
16.111 ἀμπνεῦσαι- πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο-
16.112 έσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι .
16.113 ὅππως δὴ πρῶτον πῦρ , ἔμπεσε , νηυσὶν Ἀχαιῶν-
16.114 Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
16.115 πλῆξ’ ἄορι μεγάλῳ . αἰχμῆς παρὰ καυλὸν ὄπισθεν-
16.116 ἀντικρὺ δ’ ἀπάραξε : τὸ μὲν Τελαμώνιος Αἴας
16.117 πῆλ’ αύτως ἐν χειρὶ κόλον δόρυ , τῆλε δ’ ἀπ’ αὐτοῦ1, 2
16.118 αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα-
16.119 γνῶ δ’ Αἴας κατὰ θυμὸν ἀμύμονα- ῥίγησέν τε .1, 2
16.120 ἔργα θεῶν . ὅ , ῥα , πάγχυ μάχης ἐπι μήδεα κεῖρε1, 2
16.121 Ζεὺς ὑψιβρεμέτης . Τρώεσσι δὲ βούλετο νίκην .
16.122 χάζετο δ’ ἐκ βελέων . τοὶ δ’ ἔμβαλον ἀκάματον πῦρ
16.123 νηῒ θοῇ- τῆς δ’ αῖψα κατ’ ασβέστη κέχυτο φλόξ-1, 2
16.124 ὡς τὴν μὲν πρυμνὴν πῦρ . ἄμφεπεν- αὐτὰρ Ἀχιλλεὺς1, 2
16.125 μηρὼ πληξάμενος . Πατροκλῆα προσέειπεν-
msA, 16.3000, commenting on 16.105 ‡ πήληξ βαλλομένη : ὅτι τινὲς γράφουσι τύπτετο δ’ αἰεὶ προείρηκε δὲ βαλλομένην καὶ βάλλοντες . τὸ δὲ βαλεῖν ἐστιν ἐκ χειρὸς τύψαι ⁑
msA, 16.3001, commenting on 16.105-16.106 βάλλετο δ’ αἰεὶ καπ φάλαρ’ γράφεσθαι φησὶν ὁ Ἀρίσταρχος καὶ τύπτετο δ’ αἰεὶ καπφάλαρ’ εὐ ποίητα δια τοῦ π οὐκ εῦ . βούλεται γὰρ λεγειν καὶ τὰ φάλαρα καναχὴν εἶχεν ⁑
msA, 16.3002, commenting on 16.105-16.106 καπφάλαρ’ εὐ ποίηθ’ : ἡ διπλῆ ὅτι ἔν τισι γράφεται καπφάλαρα ὑπερβατὸν δέ ἐστὶν δεινὴν δὲ καναχὴν ἡ πήληξ ἔχε καὶ τά φάλαρα ἐβάλετο συνεχῶς- φάλαρα δὲ τὰ κατα τὸ μέσον τῆσ περικεφαλαίας μικρὰ ἀσπιδίσκια . ἅ τινα κόσμου χάριν ἐντίθεται ⁑
msA, 16.3003, commenting on 16.116-118 ἀντικρὺ δ’ ἀπάραξε- ἡ διπλῆ ὁτὶ δοκεῖ μάχεσθαι- εἰ γὰρ ἀπήραξε κατὰ συμπέρασμα ὅ ἐστιν ἀπέθραυσεν . πῶς ἐπιφέρει τῆλε δ’ ἀπ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις ὡς πρότερον μὴ ἀποκεκομμείνου- ἀλλ’ ὅ τε διέσεισεν ὁ Αἴας ἀποπεπτωκότος- ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρσμα λέγει προειρῆσθαι εἶτα κατα μέρος επηκρινῶσθαι ὡς εἴ τις λέγοι ὁ δε τίς τόν δε εἰς τὰ σπλάγχνα δόρατι παίσας ἀπεκτεινεν . ἐκσπασθείντος δὲ τοῦ δόρατος ἀπέθανεν - ὡς ἐγένετο ὕστὲρον ἐπι διηγυμενος- οὕτως ἀπάραξε . καὶ κόλον δόρυ λέγει κατα συμπέρασμα- ὡς δὲ ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδαθέντος τοῦ δόρατος ἐπεξηγεῖται φαίνεται γὰρ ὁ Αἴας μικροῦ τινος ἔτι διακρατοῦντος τὴν ἐπιδορατίδα πειράζων κραδᾶναι , ἀποπεσούσης δὲ ταύτης παντελῶς ἀπεγνωκέναι ὁτὶ ἡχρείωται τὸ δόρυ δι ὃ καὶ τὸ αὕτως πρόσκειται ὁτὶ κατα καινον ἐκράδαινεν οὐ δυνάμενος ἀυτὸ χρησθαι- τινὲς δὲ καὶ τὸν γὰρ ἀντι τοῦ δεν λαμβάνουσι- τῆλε γὰρ ἀπ αυτοῦ ⁑
msA, 16.3004, commenting on 16.117 κόλον δόρυ- ἕως νῦν παρ’ Ί+ωσιν οἱ κολοβοκέρατοι κριοί κόλοι λεγοντ ⁑
msA, 16.3005, commenting on 16.120 ἐπι μήδεια κείρει ουτ Ἀρίσταρχος κεῖρε χωρὶς τοῦ ϊ Ϊακῶς ἔστι γὰρ ἔκειρε εἰς ἄπορον καθ ἵστη τὰ τῆς μάχης ὡς μηδὲν ἔχειν μήσασθαι ⁑
msA, 16.3006, commenting on 16.123 νηῒ θοῇ , ἡ διπλῆ , ὅτι ἔστι μὲν ἐκ πλήρους λαβεῖν κατα εἶτα σβεστή τὸ συμβαῖνον ἐπιθετικῶς . ἔστι δὲ καὶ κατα συναλιφὴν ἀσβέστη οἷον ἀκατάσβεστος ὅ ἐστι δυσκόλως σβεστή ὃ καὶ μᾶλλον οὕτως γὰρ εἴωθε λέγειν ἄσβεστος δ αρ’ ἐνῶρτο γέλως - τὸ δὲ σβέστη σβεστή ἀνέμφατον . καὶ τὸ σχῆμα Ὁμηρικόν- ἀσβεστη καθάπερ ῥεῖα δ’ ἀριγνώτη πέλεται αντ τοῦ ἀρίγνωτ ⁑
msA, 16.3007, commenting on 16.123 ἀσβέστη κέχυτο φλόξ- Ἀρίσταρχος κατα βαρεῖαν τάσιν ἀσβέστη παρώνυμον ἐκδεχόμενος τοῦ ἄσβεστος δ ὰρ ἐνῶρτο γέλως , ὑγιῶς πάνυ- οὐ γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφασις τοῦ δηλουμένου καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρικῶς ⁑
msA, 16.3008, commenting on 16.124 ὡς τὴν μεν ⁑
msAext, 16.3000, commenting on 16.120 κεῖρει
msAim, 16.3000, commenting on 16.117 ουτ ὡς λόγον ὁ Ασκαλωνιτ καγὼ δὲ συγκατατίθεμαι ⁑
msAim, 16.3001, commenting on 16.119 Αρισταρχ κεῖρε χω τοῦ ϊ αλλοι δὲ κείρει :
msAint, 16.3000, commenting on 16.105 ἀρίσ Δια τοῦ καὶ συνδεσμ καὶ φάλαπα Γραφῶ παντῶσ βραχὺ Διεστελλεν ἐπι τὸ αιεὶ ⁑
msAint, 16.3001, commenting on 16.119 συν απτεον μέχρι τοῦ θεῶν δύναται δὲ στίζεσθ καὶ ἐπι τὰ αμύμονα ⁑
msAint, 16.3002, commenting on 16.124 πρὸσ τὴν φράσιν οτ ουτ εἴρηκε τὴν μὲν πρύμνην αντ τῆσ μὲν πρύνης