Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 208v

Manuscript msA, page 208v

image

prev: 208r next: 209r

Iliad text

16.126 ὄρσεο διογενὲς Πατρόκλεεἶς ἱπποκέλευθε ,image

16.127 λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰ¨ωήν .image1, 2

16.128 μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυλακτὰ πέλωνται·image1, 2

16.129 δύσεο τεύχεα θᾶσσον . ἐγὼ δέ κε λαὸν ἀγείρω·image1

16.130 Ὡς φάτο . Πάτροκλος δὲ κορύσσετο . νώροπι χαλκῷ .image1

16.131 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεimage

16.132 καλὰς . ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·image

16.133 δεύτερον αὖ θώρηκα περι στήθεσσιν ἔδυνεimage

16.134 ποικίλον . ἀστερόεντα . ποδώκεος Αἰακίδαο ·image

16.135 ἀμφι δ’ αρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονimage

16.136 χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·image

16.137 κρατὶ δ’ ἒπ’ ἰ¨φθίμῳ κυνέην εὔτυκτον ἔθηκενimage

16.138 ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·image

16.139 εἵλετο δ’ ἄλκιμα δοῦρε , τά οἱ παλάμηφιν ἀρήρει·image

16.140 ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαοimage1, 2, 3

16.141 βριθὺ μέγα . στιβαρόν . τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶνimage1

16.142 πάλλειν . ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺςimage1

16.143 Πηλιάδα μελίην τὴν πατρὶ φίλω πόρε Χείρωνimage1, 2

16.144 Πηλίου ἐκ κορυφῆς , φόνον ἔμμεναι ἡρώεσσιν .image1

16.145 ἵππους δ’ Αὐτομέδοντα θοῶς ζευγνύμεν ἄνωγε .image

16.146 τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα·image1

16.147 πιστότατος δέ οἱ έσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν·image

16.148 τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππουςimage

16.149 Ξάνθον . καὶ Βαλίαν . τὼ , ἅμα πνοιῇσι πετέσθην·image1

16.150 τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμω Ἅρπυια Ποδάργηimage1, 2, 3, 4

Scholia text

msA, 16.208v1, commenting on 16.128 μὴ δὴ νῆας έλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται ἡ διπλὴ ὅτι οὕτως εἴρεκε πληθυντικῶς πέλωνται καὶ οὐ πέληται ὁμοίως τῶι σπαρτα λελυνταιimage

msA, 16.208v2, commenting on 16.130 λαὸν ἀγείρω ὁμοίως τῶι ἀγείρωι ἐνεστῶς γάρ ἐστι σημαίνων μέλλοντα ὥσπερ καὶ ἐπ’ άλλων παρεθέμεθα . ἐγὼ δέ κ’ άγω βρισηΐδα . ἡ μέγα πένθος ἀχαιΐδα γαῖαν ϊκάνει οὕτως καὶ τὸ ἐρύουσιν ἔχει- οὕτως δὲ καὶ ἀρίσταρχος ⁑image

msA, 16.208v3, commenting on 16.128 μη δὴ νῆας ἔλωσι ταῦτα ὁμολογουμένος καθ εαυτὰ λέγεται ὑπερ εὐλαβούμενος γὰρ λέγει . δύναιτο δ ἄν’ καὶ τὸ ἑξῆς εἶναι ὀρσεο μὴ δἠ νῆας ἕλωσιν - ἀλλα βἐλτιον τὸ πρότερον . παρατηρητέον δὲ προσ τὰ ἀσύνδετα τὴν προσωποιΐαν ὅτι ἐμφαντικωτάτη ⁑image

msA, 16.208v4, commenting on 16.140 ἔγχος δ’ οὑχ ἑλετ’ οἶον προκατεσκεύακε μόνον αὐτὸ τὸ δόρυ σώζεσθαι δια τὸ ξύλα μὴ ἐργάζεσθαι τὸν Ἥφαιστὸν - κατα γὰρ τὸν Πηλέως καὶ Θέτιδος γάμον θεοὶ συναχθέντες εἰς τὸ πήλιον ἐπευωχία , ἐκόμιζον Πηλεὶ δῶρα- Χείρων δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχεν- φασὶ μὲν Ἀθηναν ξέσαι αὐτὸ , Ἥφαιτον δὲ κατασκευάσαι . τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευασεν . καὶ μετὰ ταῦτα Ἀχιλλεύς . ἡ ἱστορία παρα τῷ τὰ Κύπρια ποιήσαντι ⁑image

msA, 16.208v5, commenting on 16.140 δια τί οὖν μόνον τὸ Πηλιωτικον αύτὸ ἀναρμοστεῖ δόρυ τῶν ἄλλων ἀρμοσάν τῶν ὅπλων- Μεγακλείδης ἐν δευτέρῳ Ὁμήρου προ οἰκονομεῖσται φησὶν Ὅμηρον τὴν ὁπλοιΐαν . καὶ ἐπειδὴ τὰς μὲν ἄλλας ὕλας ἐξ ὧν ὁ Ἥφαιστος ἐδη μιούργει τὰ ὅπλα τὸν χρὺσον καὶ τὸν ἄργυρον οὐκ απίθανον εἶναι καὶ ἐν οὐνω δένδρον δὲ οὐνιον λέγειν καραγελαστότατον ἦν , δια τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φεροντα ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας- μόνον δὲ τὸ δόρυ ἑασαντα ἵνα σωθῆ καταλειπόμενον τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἡφαιστος κατεσκεύασε πιθανῶς δία τὸ τὴν ὕλην αὐτοῦ μὴ οὑράνι ἀλλ ἔγγειον καὶ Πηλειῶτιν εἶναι ⁑image

msA, 16.208v6, commenting on 16.142 πάλλειν ἀλλά μιν οἷος ἐπλιστατο πῆλαι ἡ διπλῆ ὅτι ἀντι ἀντι τοῦ ἐδύνατο . μόνος ἐδύνατο χρήσθαι τῶι δόρατι . τὸ γὰρ πῆλαι ἐκ παρεπομένου χρῆσιν σημαίνει ⁑image

msA, 16.208v7, commenting on 16.149 Ξάνθον καὶ Βαλίον παροξυτονητεόν τὸ Βαλίον καὶ εἴρηται περι τῶν τοιούτων ⁑image

msA, 16.208v8, commenting on 16.150 ἅρπυια ἤτοι ἀν έμου εἶδος παρα τὸ ἀρπαζειν . ἠ δαίμονες ἁρπακτικαὶ ὧν τὰ ὀνόματα . Ἀελλω , Ὠκυπέτη . Ποδαργη - τινὲς δὲ φασὶν ἄρπυια Ποδάργη ⁑image

msA, 16.208v9, commenting on 16.150 ἵν’ ἦ ὄνομα Φοράδος λευκοὺς πόδας ἐχούσης ⁑image

msA, 16.208v10, commenting on 16.150 Ποδάργη εἴτε σύνθετεόν ἐστιν εἴτε παρα σύνθετον παροξυτονητεόν εἰσ ϊδιότητα ⁑image

msA, 16.208v11, commenting on 16.150 τοὺς ἔτεκε Ζεφύρῳ ἡ διπλῆ , ὅτι Ζηνόδοτος γράφει ἅρπυια πόδαργος ὡς ἐπιθετικον ἵν ᾗ ποδώκης . ἔστι δὲ τὸ κύριον ὄνομα Ποδάργη - σαφὲς δὲ καὶ ἐκ τούτων Ξανθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης ⁑image

msAext, 16.208v1, commenting on 16.127 ἐρωήνimage

msAim, 16.208v1, commenting on 16.140 Ζηνοδοτος τουτον ἀθετησας τοὺς ἑξῆς τέσσαρας οὐκ έγραφεν ⁑image

msAim, 16.208v2, commenting on 16.143 τὴν ἐκ μελίηςimage

msAim, 16.208v3, commenting on 16.144 Ἀρισταρχος ἐκ κορυφῇς δια τοῦ νimage

msAint, 16.208v1, commenting on 16.127 ἐν τῇ Μασσαλιωτικῃ ἐρωήν .image

msAint, 16.208v2, commenting on 16.129 ὅτι ἀντι τοῦ ἀγειραιμι .image

msAint, 16.208v3, commenting on 16.141 καθ εκαστον βραχὺ διασταλτέον ⁑image

msAint, 16.208v4, commenting on 16.143 διχῶς καὶ τάμε καὶ πόρε ⁑image

msAint, 16.208v5, commenting on 16.146 ὅτι Πάτροκλος μὲν Αχιλλέως ἠνιοχος Πατροκλου δὲ Αὐτομεδων ⁑image