Manuscript msA, page 20r
prev: 19v | next: 20v |
1.402 ὦκ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον ·1
1.403 ὃν , Βριάρεων καλέουσι θεοὶ· ἄνδρες δέ τε πάντες1
1.404 Αἰγαίων’ · ὃ γὰρ αὖτε βίῃ , οὗ , πατρὸς ἀμείνων·1, 2
1.405 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
1.406 τὸν καὶ ὑπέδδεισαν μάκαρες θεοὶ· οὐδ έτ’ ἔδησαν·
1.407 τῶν νῦν μιν μνήσασα , παρἕζεο . καὶ λάβε γούνων·
1.408 αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι .1
1.409 τοὺς δὲ κὰτὰ πρύμνας τε καὶ ἀμφ’ ἅλα ἔλσαι Ἀχαιοὺς 1, 2, 3
1.410 κτεινομένους . ἵνα πάντες ἐπαύρωνται βασιλῆος·1
1.411 γνῷ δὲ καὶ Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων
1.412 ἣν , ἄτην· ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν·1, 2
1.413 τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
1.414 ᾤμοι τέκνον ἐμόν , τί νύ σ’ ἔτρεφον αἰνὰ τεκοῦσα·
1.415 αἴθ’ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων1, 2, 3
1.416 ἧσθαι· ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·1, 2, 3
1.417 νῦν δ’ ἅμα τ’ ὠκύμορος , καὶ ὀϊζυρὸς περὶ πάντων1, 2
1.418 ἔπλεο· τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν·1, 2
1.419 τοῦτο δέ τοι ἐρέουσα ἔπος Διῒ τερπικεραύνῳ
1.420 εἰμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον· αἴ κε πίθηται·1, 2, 3, 4
1.421 ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρἥμενος ὠκυπόροισι
1.422 μήνι’ Ἀχαιοῖσι · πολέμου δ’ ἀποπαύεο πάμπαν·
1.423 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας 1
1.424 χθιζὸς ἔβη μετὰ δαῖτα· θεοὶ δ’ ἅμα πάντες ἕποντο·1, 2, 3
1.425 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται οὔλυμπον δέ·1
1.426 καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ .1
msA, 1.1059, commenting on 1.403 ‡ὃν Βριάρεων καλέουσι τῶν διωνύμων τὸ μὲν πρότερον ὄνομα Ὅμηρος εἰς θεοὺς ἀναφέρει· τὸ δε δεύτερον εἰς ἀνους ὡς καὶ τὸ χαλκίδα κικλίσκουσι θεοὶ ἄνδρες δέ τε κύμινδιν · καὶ περι τοῦ ποταμοῦ ὃν Ξανθον καλέουσι θεοὶ ἄνδρες δέ τε Σκάμανδρον ⁑
msA, 1.1061, commenting on 1.404-1.405 ὅς ῥα παρὰ Κρονίωνι ὅτι ἐντευθεν επι τοῦ Ἄρεῳς λεγεται οὐκ ορθῶς πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο κύδεϊ γαίων · Ὅμηρος δὲ ὡς Στωϊκὸς Ποσειδῶνος αὐτὸν εἶναι φησίν ἢ ὅτι φησὶ παύροι δέ τε πατρὸς ἀρείους ⁑
msA, 1.1064, commenting on 1.418 ἔπλεο λέγεται τὴν Θέτιν παρὰ Διὸς μαθεῖν τὰ περι Αχιλλεως ὅτι εἰ μὲν μείνει ἐν τῇ Φθια μὴ συμπλεύσας τοῖς Ἕλλη εἰς τὴν Ἴλιον πολλὴ μὲν έσται αὐτῷ ἡ ζωὴ ἄδοξος δὲ· ει δε συνανέλθοι αὐτοῖς έσται ὁλιγοχρόνιος μὲν ἀλλ αοίδιμος καὶ εὐκλεής· ὅθεν ὡς προειδυῖα ἡ Θέτις τοῦτο ἦν αὐτὸν παραθεμένη εἰς τὸν Λυκομήδους παρθενῶνα ὡς κόρην ἐν τῇ Σκύρω · ἔστι δὲ μία τῶν Κυκλάδων ⁑
msA, 1.1066, commenting on 1.420 ἀγάννιφον τὰ ἄκρα τοῦ Ὀλυμπου ὡς ὑπερνεφῆ οὔτε νείφεται οὔτε κατομβρεῖται κατ αυτὸν τὸν ποιητὴν λέγοντα· ὀλυμπόν τ’ ὅθι φασὶ θεῶν ἔδος ἀσφαλὲς αἰεὶ έμμεναι οὔτ’ ἀνέμοισι τινασσόμενον οὔτε ποθ’ όμβρω δεύεται οὔτε χιων ἐπιπίλναται ἀλλὰ μάλ’ αἴθρη πέπταται ἀννέφελος λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη ἀγάννιφον οὖν ἡ τὸν πάνυ κατανειφόμενον ἠ τὸν οὔτε ὅλως ⁑
msA, 1.1067, commenting on 1.420 τὸ νείφω σημαίνει· τὸ βρέχω ὅπερ γράφεται δια τῆς ει διφθόγγου ἐξ οῦ νέφος καὶ νεφρός · νίφω τὸ χιονίζω δια τοῦ ϊ ἐξ οῦ τὸ ἀγάννιφον · νήφω τὸ σπένδω δια τοῦ η ἐξ οῦ νηφάλια ξύλα · νήφω τὸ προσέυχω καὶ δια τοῦ η τοῦτο ἐξ οῦ τὸ νήφων προσεύχου ⁑
msA, 1.1068, commenting on 1.421-1.422 ἀλλὰ σὺ μὲν νῦν τὸ νῦν ἀντὶ τοῦ δη διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν οὐκ εῦ·
msA, 1.1069, commenting on 1.423 Αἰθιοπῆας· ὅμοιόν ἐστι τὸ ἡνιοχῆας δισσοὶ δέ εισὶν οἱ Αἰθίοπες ὑπο Νείλου ὁριζόμενοι ὡς ἡ Ϊθάκη καὶ αἱ λοιπαὶ νῆσοι τινὲς δὲ γράφουσιν μετα Μέμνονας Αἰθιοπῆας . ἔθνος δὲ οὗτοι ⁑
msA, 1.1070, commenting on 1.423-1.424 χθιζὸς ἔβη λέξις Ἀρισταρχου εκ τοῦ Α τῆς Ἰλιάδος ὑπομνήματος· τὸ μὲν μετ αμύμονας ἐπ αμυμονας ὅ ἐστι πρὸς ἀμώμους ἀγαθούς· τὸ δὲ κατα δαῖτα ἀντι τοῦ ἐπι δαῖτα οὕτως γὰρ νῦν Ὅμηρος τέθεικεν . ἔνιοι δὲ ποιοῦσι μετα δαῖτα ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ μετα ἐπι χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατὰ ἀντι τῆς ἐπι Σοφοκλῆς ἐγὼ κατα αυτὸν ὡς ὁρᾶς ἐξέρχομαι · οὕτως δὲ εὕρομεν καὶ ἐν τῇ Μασσαλιωτικῆ καὶ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντιμαχίῳ · καὶ Ἀριστοφανείῳ · Καλλίστρατος δὲ ἐν τῷ Πρὸς τὰς ἀθετήσεις ὁμοίως καὶ ὁ Σιδώνιος καὶ ὁ Ἰ¨ξίων ἐν τῷ ς Προς τὰς ἐξηγήσεις , καὶ τὸ θεοὶ δὲ πάντες ἔπονται δια τοῦ αι ·
msA, 1.1071, commenting on 1.425 δωδεκάτῃ δέ τοι· φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι Διὸς ἱερόν αφ οῦ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετα καὶ τῶν ἄλλων ἐγχωρίων θεῶν κατά τινα χρόνον . περινοστεῖν τὰ μέρη τῆς Λιβύης , καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπι δώδεκα ἡμέρας ὅτι καὶ τοσοῦτοι οἱ θεοί ⁑
msAil, 1.1079, commenting on 1.408 ἑαν πῶς
msAil, 1.1080, commenting on 1.409 τοὺς δὲ Ἕλληνας :
msAil, 1.1081, commenting on 1.409 τὰς ναῦς απο μέρους
msAil, 1.1082, commenting on 1.409 συνελάσαι
msAil, 1.1083, commenting on 1.410 ἵνα πάντες ἀπολαύσωυσι τῆς αβουλιας τοῦ βασιλε τοῦ τεστ ἵνα ἀπωλωνται δι αυτου :
msAil, 1.1084, commenting on 1.412 τὴν ἰδίαν αβουλιαν καὶ βλάβην ⁑
msAil, 1.1085, commenting on 1.415 ἄλυπος
msAil, 1.1087, commenting on 1.416 μοῖρα
msAil, 1.1088, commenting on 1.416 ἐπ ολίγου
msAil, 1.1089, commenting on 1.416 και οῦκ επι πο χρόνον
msAil, 1.1090, commenting on 1.417 ταχύθάνατος
msAil, 1.1091, commenting on 1.417 ἄθλιος ταλαίπρωροι
msAil, 1.1092, commenting on 1.418 διὸ δή σε
msAil, 1.1094, commenting on 1.426 προς τὸ τοῦ Διός :
msAim, 1.1072, commenting on 1.404 οὕτως δια τοῦ ν βίν Ἀρισταρχος ⁑
msAim, 1.1074, commenting on 1.420 ὅτι όρος ὁ Όλυμπος ⁑
msAint, 1.1076, commenting on 1.402 ὅτι μακρὸν τὸν Ὄλυμπον ὡς όρος τὸν δὲ οὐνον ευρύν ⁑
msAint, 1.1078, commenting on 1.424 ὅτι τινὲς γράφουσι μετα δαίμονας ἄλλους διὸ ἀθετειται :