Manuscript msA, page 20v
prev: 20r | next: 21r |
1.427 καί μιν γουνάσομαι· καί μιν πείσεσθαι ὀΐω·1
1.428 Ὣς ἄρα φωνήσας’ ἀπεβήσετο . τὸν δ`’ ἔλιπ’ αὐτοῦ
1.429 χωόμενον κατα θυμὸν , ἐϋζώνοιο γυναικὸς .1
1.430 τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς 1
1.431 ἐς Χρύσην ἵ̈κανεν ἄγων ἱερὴν ἑκατόμβην :
1.432 οἱ δ`’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵ̈κοντο .1
1.433 ἱ̈στία μὲν στείλαντο· θέσαν δ’ ἐν νηῒ μελαίνῃ·1
1.434 ἱ̈στὸν δ’ ἱ̈στοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες1, 2, 3, 4, 5
1.435 καρπαλίμως , τὴν δ’ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·1, 2, 3, 4
1.436 ἐκ δ’ εὐνὰς ἔβαλον . κατα δὲ πρυμνήσι’ ἔδησαν·1, 2
1.437 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης .1
1.438 ἐκ δ’ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι ·
1.439 ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο·
1.440 τὴν μὲν ἔπειτ’ ἐπι βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς 1
1.441 πατρὶ φίλῳ ἐν χερσὶ τίθει· καί μιν προσέειπεν·
1.442 ὦ Χρύση · πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων .
1.443 παῖδά τε σοὶ ἀγέμεν , Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην1
1.444 ῥέξαι ὑπερ Δαναῶν , ὄφρ’ ἱ̈λασόμεσθα ἄνακτα .1, 2
1.445 ὃς νῦν Ἀργείοισι πολύστονα κήδε’ ἐφῆκεν·
1.446 ὡς εἰπὼν ἐν χερσὶ τίθει· ὁ δὲ δέξατο χαίρων
1.447 παῖδα φίλην· τοὶ δ’ ὦκα θεῷ κλειτὴν ἑκατόμβην1, 2
1.448 ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν·1
1.449 χερνίψαντο δ’ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο·1, 2, 3
1.450 τοῖσιν δὲ Χρύσης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών·
1.451 κλῦθί μευ ἀργυρότοξ’ , ὃς Χρύσην ἀμφιβέβηκας1
msA, 1.1130, commenting on 1.449 οὐλοχύτας τινὲς τὰ κανὰ , δι ὦν ἐπέχεον τὰς οὐλάς· καὶ κριθαὶ δὲ πρὸς ἀντιδιαστολὴν τῶν ψαιστῶν προ τῶν πυρῶν γὰρ εὕρηνται· καὶ ἀπο τοῦ προκριθῆναι τῶν οὐλῶν οὕτως ὠνομάσθησαν ⁑
msAil, 1.1138, commenting on 1.427 λιτανεύσω
msAil, 1.1139, commenting on 1.430 ἀφήλαντο
msAil, 1.1140, commenting on 1.433 τὸ ἄρμενον
msAil, 1.1141, commenting on 1.434 ἡ κατάρτη
msAil, 1.1142, commenting on 1.434 τοῖς προτεταμενοις κάλοῖς
msAil, 1.1143, commenting on 1.434 χαλάσαντες
msAil, 1.1144, commenting on 1.435 ταῖς κώπαις ⁑
msAil, 1.1145, commenting on 1.436 τα σίδηρα
msAil, 1.1146, commenting on 1.444 επιτελέσαι θῦσαι
msAil, 1.1147, commenting on 1.447 ἔνδοξον
msAil, 1.1148, commenting on 1.448 ἐφεξῆς
msAim, 1.1133, commenting on 1.434 Ἀρίσταρχος ἀφέντες ⁑
msAim, 1.1134, commenting on 1.435 βέλτιον τοῖς επάνω προσδίδωσθαι τὸ καρπαλίμως ⁑
msAim, 1.1135, commenting on 1.451 τὸ μεῦ δια τοῦ εῦ κατα γενικὴν πτῶσιν ⁑
msAint, 1.1136, commenting on 1.432 Ἀρίσταρχος ἐγγὺς οἷον πλησίον οὐχὶ εντός ⁑
msAint, 1.1137, commenting on 1.444 ὅτι περισσός ⁑