Manuscript msA, page 210v
| prev: 210r | next: 211r |
16.226 οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ αἴθοπα οἶνον .
16.227 οὔτέ τεῳ σπένδεσκε θεῶν . ὅτι μὴ Διῒ πατρί1, 2
16.228 τό ῥα τότ’ ἐκ χηλοῖο λαβὼν , ἐκάθῃρε θεείῳ1
16.229 πρῶτον . ἔπειτα δ’ ένιψ’ ὕδατος καλῇσι ῥοῇσι-
16.230 νίψατο δ’ αὐτὸς χεῖρας . ἀφύσσατο δ’ αίθοπα οἶνον-
16.231 εὔχετ’ ἔπειτα στὰς μέσῳ έρκεϊ- λεῖβε δὲ οἶνον ,
16.232 οὐρανὸν εἰσἀνιδών . Δία δ’ οὐ λάθε τερπικέραυνον .
16.233 Ζεῦ άνα- Δωδωναῖε , Πελασγικὲ , τηλόθι ναίων ,1, 2, 3
16.234 Δωδώνης μεδέων δυσχειμέρου . ἀμφὶ δὲ , Σελλοὶ1, 2, 3
16.235 σοὶ ναίουσ’ ὑποφῆται . ἀνιπτόποδες . χαμαιεῦναι .1, 2
16.236 ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο-1
16.237 τίμησας μὲν ἐμὲ , μέγα δ’ ΐψαο λαὸν Ἀχαιῶν -1
16.238 ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ .
16.239 αὐτὸς μὲν γὰρ ἐγὼ μενέω , νηῶν ἐν ἀγῶνι .1
16.240 ἂλλ’ ἕταρον πέμπω πολέσιν μετα Μυρμιδόνεσσι
16.241 μάρνασθαι . τῷ κῦδος ἅμα πρόἑς εὐρύοπα Ζεῦ .
16.242 θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσὶν . ὄφρα καὶ Ἕκτωρ
16.243 εἴσεται . ἦρα καὶ οἶος ἐπίστηται πολεμίζειν1
16.244 ἡμέτερος θεράπων . ἤ οἱ τότε χεῖρες ἄαπτοι-
16.245 μαίνονθ’ , ὁππότ’ ἐγώ περ , ΐω μετὰ μῶλον Ἄρηος -1
16.246 αὐτὰρ ἐπεί κ’ ἀπο ναῦφι μάχην ἐνοπήν τε δίηται .
16.247 ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵ̈κοιτο
16.248 τεύχεσί τε ξὺν , πᾶσι . καὶ ἀγχεμάχοις ἑτάροισιν-1
16.249 ὡς έφατ’ εὐχόμενος . τοῦ δ’ ἔκλυε μητίετα Ζεύς -
16.250 τῷ δ’ ἕτερον μὲν ἔδωκε πατὴρ , ἕτερον δ’ ἀνένευσε·
msA, 16.210v1, commenting on 16.233 ‡ Ζεῦ ἄνα Δωδωναῖε : ἐν χωρίωι τῶι Ὑπερβὸρωι τῆι Δωδώνηι τιμώμεναι . Δωδώναι δὲ δύο ἡ μὲν θαλασσίας- ἡ δὲ Μολοσσίας . τινὲς δὲ Δωδώνην τὴν γῆν παρ’ ὅσον πάντα δίδωσιν . δυσχείμερον δὲ ὅτι πάγοις καὶ κρυμοῖς ὑπο τοῦ ουνου συνέχεται- τίς δὲ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος καὶ τῶν τόπων ἐξ ὧν αὐτὸς ἐπικαλεῖται οὕτως- Δευκαλίων μετα τὸν επ αυτοῦ γενόμενον κατα κλυσμὸν παραγενόμενος εἰς τὴν ἤπειρον ἐμαντεύετο ἔπι τῆι δρυΐ πελειάδος δὲ χρησμὸν αὐτῶι δούσης κατοικίζει τὸν τόπον συνθροίσας τοὺς περλειφθέντας ἀπο τοῦ κατακλυσμοῦ καὶ ἀπο τοῦ Διὸς καὶ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων ΔωΔώνην τὴν χώραν προσηγόρευσεν ἡ ϊστορία παρὰ Θρασυβουλῳ καὶ Ἀκεστοδώρῳ ⁑
msA, 16.210v2, commenting on 16.233 Πελασγικε : Πελασγία πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο ἐξ οῦ θαυμαστὸς καὶ ὑπο Πελασγῶν τιμώμενος . ἐπεὶ Πελασγοὶ κατῳκουν τὴν Δωδώνην ἐκβληθέντες ἀπο Βοιωτίας ὑπὸ Αἰολέων ⁑
msA, 16.210v3, commenting on 16.234 Δωδώνης μεδέων προσ τὸ τῆς γραφῆς ἀμφίβολον- οἱ μὲν γὰρ Σελλούς οἱ δὲ Ἐλλούς ἐξεδέξαντο . δεῖ δὲ νοεῖν ὡς ἐστιν ἐκ πλήρους Σελλοί - καὶ γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις ἀφ οὗ εἰκὸς τοὺς παροίκους Σελλους καλεῖσθαι ⁑
msA, 16.210v4, commenting on 16.234 ἀμφι δε Σελλοὶ . ὁ μὲν Πίνδαρος Ἐλλοὺς αὐτοὺς οἵεται δεῖ δὲ ἀπο τοῦ σ ἄρχεσθαι τὴν λέξιν ἀπο Σελλήεντος ποταμοῦ , ὀξύνεται δὲ τὸ ὄνομα . τὰ γὰρ εὶς λος ἑτέρῳ λ παραληγόμενα οὗ τὸ α μὴ προηγεῖται ὀξύνεται κιλλός εἶδος χρώματος ἐν Στεφανοπολίσιν Εὐβούλου εὐχρών τι κιλλὼν μανθάνεις θεριστριον πολλός , κυλλός , ἐλλός ἠ σελλός ἀμφι δὲ σελλοί . σκελλός , φελλός τὸ προσηγορικόν . τὸ δὲ Γάλλος καὶ ἄλλος τὸ α ἔχει προ τοῦ λ ἔτι δὲ τὸ ἄλλος καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται ⁑
msA, 16.210v5, commenting on 16.234 Σελλοί : Πίνδαρος Ἐλλοί χωρὶς τοῦ σ ἀπο Ελλοῦ του δρυτόμου ᾧ φασὶ τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ μαντεῖον ⁑
msA, 16.210v6, commenting on 16.235 ὑποφῆται : ὑπομάντεις ἱερεῖς ὅ ἐστι χρησμῶιδοί θεολόγοι προφῆται προφητας γὰρ λέγουσι τοὺς περι τὰ χρηστήρια ἀσχολουμένους καὶ τὰς μαντείας γινομένας ὐπὸ τοῦ ϊερέων ἐκφεροντας ⁑
msA, 16.210v7, commenting on 16.235 ἀνιπτόποδες : ἤτοι βάρβαροι σκληρῶς τε καὶ νομαδικῶς ζῶντες ταύτην ἔχοντες δίαιταν ὡς μηδε ἀπονίζεσθαι τοὺς πόδας δια τὸ μὴ παραδέξασθαι τὴν ἐκ τοῦ πρώτου υἱου μεταβολήν . ἠ τοῦτο ἔκ τινος ἔθους ἐπι τιμῇ τοῦ θεοῦ ποιοῦντες . ἐνιοι γὰρ καὶ λουτρῶν ἀπέχονται καὶ τῆς τοιαύτης ἐπιμελειας- τινὲς δὲ αὐτοὺς δια τουτο λεγουσι ἀνιπτόποδας ὅτι οὐκ ἐξιᾶσιν ἔξω τοῦ ἱεροῦ διὸ οὔτε ἀπολούεσθαι ἀνάγκην ἔχουσιν- ἀνδρῶν δὲ ἐν ἱστορίαις φησὶν οὕτως κληθῆναι . ἐπεὶ φιλοπτόλεμοι ὄντες οὕτως ἑαυτοὺς ἐσκληραγώγουν- Ἀλέξανδρος δέ φησιν ὁ πλευρώνιος ἔθνος εἶναι τὸν ελλὸν ἀπόγονον τυρρηνῶν καὶ δια πατρῶιον ἔθος οὕτως τὸν Δια θρησκεύειν ⁑
msA, 16.210v8, commenting on 16.236 ἠ μὲν δή ποτ’ ἐμὸν : ἡ διπλῆ , ὅτι οὐ προσυνέσταται περι τῆς τῶν Ἀχαιῶν κακῶσεως εὐχόμενος , οὐδε κατ ευχὴν τετίμηνται ἀλλα δια τὰς τῆς Θέτιδος λιτάς . διὸ ἀθετητέον τὸν ἑξῆς τίμησας μὲν ἐμὲ καθολικῶς γὰρ λέγει καὶ οὐκ αφωρισμένον ἀναφέρει καιρὸν τὸν τῆς μήνιδος ⁑
msA, 16.210v9, commenting on 16.237 τιμήσας μὲν ἐμε : ὁ μὲν ὀβελὸς , προς τὴν προειρημένην ἀθέτησιν . ὁ δε ἀστερίσκος ὅτι εκ τῆς τοῦ Χρυσου εὐχῆς μετενήνεκται ⁑
msA, 16.210v10, commenting on 16.243 εἴσεται ῆ ρα καὶ οἷος : ἡ διπλῆ ὅτι Ζηνόδοτος γράφει ἐπιστέαται - ἀγνοεῖ δὲ ὅτι τὰ τοιαῦτα ῥήματα πληθυντικὰ ἐστι καὶ νῦν ἀναλογον ἕξει τὸ ἐπιστέαται τῷ ἐπίστανται ὅπερ οὐ συμφωνεῖ . ὅτι οὖν ἀντὶ τοῦ ἐπίσταται καὶ μετείληπται τὸ α εἰς τὸ η ⁑
msA, 16.210v11, commenting on 16.248 τευχεσί τε συμ πᾶσι κατα παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν συν πρόθεσιν δια τὴν διαστο τὴν προς τοὺς ἑτέρους . διὸ προπερισπᾶται τὸ πᾶσι συν τεύχεσι πᾶσι καὶ τοῖς ἑτέροις ἔστι μέντοι καὶ σύνθετον ποτὲ καὶ τρίτη ἀπο τέλους ἔσται ἡ οξεῖα ἀπευθείας τῆς σύμπαντες καὶ αιτιατικῆς τῆς σύμπαντας τοῖσδ’ οὔτι δυνήσεαι ἀχνύμενος . καὶ οὕτως ἀνεγνώσθη τὸ σύμπασι Πυλίοισι - καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ . δια τοῦ μ ἐστιν ἐπεὶ καὶ σύνθεσιν . ἐν δὲ τῷ τεύχεσί τε ξὺν πᾶσι , φυλάξει τὸ ν ἑαυτῆς ἡ πρόθεσις δια τὴν παράθεσιν ⁑
msAext, 16.210v1, commenting on 16.227 ὅτε μὴ Διΐ
msAil, 16.210v1, commenting on 16.233@Πελασγικὲ οἱ Θεεσαλο Πελασγικοι λέγοντ
msAim, 16.210v1, commenting on 16.227 ουτως Ἀρισταρχος ὅτι μὴ Διϊ αλλοι δὲ δια τοῦ ε ὅτε ⁑
msAim, 16.210v2, commenting on 16.228 ουτως Ἀρισταρχος τό ρα δια τοῦ ἑνὸς ρ ⁑
msAim, 16.210v3, commenting on 16.245 βαρέως το ΐω ῥῆμα δισύλλαβον ὁ γὰρ πὲρ συνδ ⁑