Manuscript msA, page 212v
| prev: 212r | next: 213r |
16.326 ὡς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε1
16.327 βήτην εἰς Ἔρεβος , Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι .
16.328 υἷες ἀκοντισταὶ Ἀμισωδάρου , ὅς ῥα Χίμαιραν
16.329 θρέψεν ἀμαιμακέτην . πολέσιν κακὸν ἀνθρώποισιν-
16.330 Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσᾱς
16.331 ζωὸν ἕλε . βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι
16.332 λῦσε μένος , πλήξας ξίφει αὐχένα κωπήεντι .
16.333 πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι . τὸν δὲ κατ’ ὄσσε
16.334 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή .
16.335 Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ
16.336 ἤμβροτον ἀλλήλων , μέλεον δ’ ἠκόντισαν ἄμφω·1, 2
16.337 τὼ δ’ αὖτις ξιφέεσσι συνέδραμον . ἔνθα Λύκων μὲν
16.338 ἱ¨πποκόμου κόρυθος φάλον ήλασεν , ἀμφὶ δὲ καλὸν
16.339 φάσγανον ἐρραίσθη· ὁ δ’ ὑπ’ οὔατος αὐχένα θεῖνε1
16.340 Πηνέλεως , πᾶν δ’ εἴσω ἔδυ ξίφος , ἔσχεθε δ’ οῖον
16.341 δέρμα· παρηέρθη δὲ κάρη . ὑπέλυντο δὲ γυῖα·
16.342 Μηριόνης δ’ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι·1
16.343 νύξ’ . ἵππων ἐπιβησόμενον , κατα δεξιὸν ὦμον .
16.344 ήριπε δ’ ἐξ ὀχέων . κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς·
16.345 ᾿Ϊδομενεὺς δ’ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ ,
16.346 νύξε . τὸ δ’ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
16.347 νέρθεν ὑπ’ ἐγκεφάλοιο . κέασσε δ’ ὰρ’ ὀστέα λευκά .
16.348 ἐκ δ’ ἐτίναχθεν ὀδόντες . ἐνέπλησθεν δέ οἱ ἄμφω
16.349 αἵματος ὀφθαλμοὶ . τὸ δ’ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας1
16.350 πρῆσε χανὼν . θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν .
msA, 16.212v1, commenting on 16.326 ὡς τὼ μὲν δοιοῖσι κασιγνήτοισι ἡ διπλῆ ὅτι πτῶσις ἤλλακται δοτικῆ ἀντι γενικῆς . καὶ ἡ ὑπό πρόθεσις παρεῖται ἔστι γὰρ ἀντι τοῦ ὡς τὼ μὲν ὑπὸ δοιῶν κασιγνήτων δαμέντε ⁑
msA, 16.212v2, commenting on 16.336 ἤνβροτον ἀλλήλων μέλεον δ ἠκοντισαν ὅτι μέλεον ἀντι τοῦ μελέως ματαίως . καὶ δια παντὸς οὕτως Ὅμηρος χρῆται- οἱδε τραγικοὶ ἐπι τοῦ οἴκτρου καὶ τάλανος καὶ ἡ συνήθεια πρὸς οὕς καὶ ἡ σημείωσις ⁑
msA, 16.212v3, commenting on 16.339 θεῖνε ἀντι παρῳχημένου τοῦ ἐπάταξε ποικίλλει δὲ συνήθως τὰς πληγάς ⁑
msA, 16.212v4, commenting on 16.342 κιχείς απὸ τοῦ κίχημι , ἠ τῆς κιχὼν παθητικὸν ὡς τῆς λιπὼν ἡ λιπείς . τῆς ἐριπῶν ἡ εριπείς ⁑
msA, 16.212v5, commenting on 16.349 αἵματος ὀφθαλμοὶ βραχὺ διασταλτέον ἐπι τὸ ὀφθαλμοὶ ἔσται δὲ ὁ λόγος . ἐπληρώθησαν δὲ αὐτοῦ οἱ ὀφθαλμοὶ αἵματος ὃ δὴ διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν χανὼν ἀπεφύσησεν ⁑
msAil, 16.212v1, commenting on 16.336@μέλεον μάταιον