Manuscript msA, page 213r
| prev: 212v | next: 213v |
16.351 Οὗτοι ἂρ’ ἡγεμόνες Δαναῶν , ἕλον ἄνδρα ἕκαστος-1, 2
16.352 ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἠ ἐρίφοισι1
16.353 σίνται . ὑπεκ μήλων αιρεύμενοι . αἵ τ’ ἐν όρεσσι1, 2
16.354 ποιμένος ἀφραδίῃσι διέτμαγεν . οἱ δὲ ϊ᾿δόντες1, 2
16.355 αῖψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας .
16.356 ὡς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἱ δὲ φόβοιο
16.357 δυσκελάδου μνήσαντο- λάθοντο δὲ θούριδος ἀλκῆς-
16.358 Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ1, 2
16.359 ΐετ’ ἀκοντίσσαι· ὁ δὲ ϊδρείῃ πολέμοιο .
16.360 ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους·
16.361 σκέπτετ’ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων-1
16.362 ῆ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην·
16.363 ἀλλὰ καὶ ὡς ἀνέμιμνε , σάω δ’ ἐρίηρας ἑταίρους .
16.364 Ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω ,1
16.365 αἰθέρος ἐκ δῑ´ης . ὅτε τε Ζεὺς λαίλαπα τείνῃ .1, 2
16.366 ὡς τῶν ἐκ νηῶν γένετο ἰ¨αχή τε φόβος τε-
16.367 οὐδὲ κατὰ μοῖραν πέραον πάλιν- Ἕκτορα δ’ ἵ¨πποι
16.368 ἔκφερον ὠκύποδες σὺν τεύχεσι- λεῖπε δὲ λαὸν
16.369 Τρωϊκὸν . οὓς ἀἕκοντας ὀρυκτὴ τάφρος ἔρυκε-
16.370 πολλοὶ δ’ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι .
16.371 άξαντ’ ἐν πρώτῳ ῥυμῷ . λίπον ἅρματ’ ἀνάκτων-1
16.372 Πάτροκλος δ’ ἕπετο , σφεδανὸν Δαναοῖσι κελεύων-1
16.373 Τρωσὶ κακὰ φρονέων· οἱ δὲ ἰ¨αχῇ τε φόβῳ τε
16.374 πάσᾱς πλῆσαν ὁδοὺς ἐπεὶ ὰρ τμάγεν· ὕψι δ’ ἀέλλη1, 2
16.375 σκίδναθ’ ὑπαὶ νεφέων . τανύοντο δὲ μώνυχες ἵ¨πποι
msA, 16.213r1, commenting on 16.352 ὡς δε λύκοι ἄρνεσιν ἐπεχραον ὅτ ἄν ἐνὸς ἔφοδον δηλῶσαι θέλει , λἐοντα εἰς τὴν εἰκὸνα παραλαμβάνει , ἤτοι ὁ μὲν πρώτεσσι βόεσσι νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμφῆναι βουληθείς , τὰ ἀγεληδὸν ἐφορμῶντα ζὼα . παρέλαβε τοὺς λύκους ⁑
msA, 16.213r2, commenting on 16.353 ὑπεκ μήλων μήλων προβάτων καὶ αἰγῶν ἐν ἄλλοις μῆλ’ ὕεστε καὶ αῖγες . πρόβατα πάντα ἐκάλουν τὰ θρέμματα οἱ παλαιοι καὶ εὔπολις προβατικὸν χορὸν φησὶ τὸν ἐξ αιγῶν ⁑
msA, 16.213r3, commenting on 16.354 ποιμένος ἀφραδίηισι διέτμαγεν ἡ διπλῆ , ὅτι οὕτως δεῖ γράφειν διετμαγεν ὡς κόσμηθεν ἵν’ ηἶ διετμάγησαν παθητικῶς . τὸ γὰρ διἐτμαγον ἐνεργητικόν ἐστιν ⁑
msA, 16.213r4, commenting on 16.358 αἴας δ’ ὁ μέγας ἡ διπλῆ , ὅτι συγκριτικῶς λέγεται πρὸσ τὸν ἕτερον αἴαντα ὁ μέγας ὁ τελαμώνιος ἐπεὶ εκεῖνος μείων ⁑
msA, 16.213r5, commenting on 16.361 σκἐπετ’ ὀϊστῶν ὅτι τὸ σκέπτετο ἴσον τῶι οῖον ἀπεσκόπευε , καὶ παρετήρει εἰσ τὸ μὴ πληγῆναι ⁑
msA, 16.213r6, commenting on 16.364 ὡς δ’ ὅτ’ ἀπ’ οὐλύμπου ὅτι σαφῶς οὐκ έστιν ὄλυμπος καὶ οὐρανὸς ὁ αὐτός . ὡς γὰρ ἀφ ετέρου ἐφ έτερον φησὶ ν νέφος ἔρχεσθαι , οὐδἐ μιν τὀπος ἐπούρανιος ὁ γὰρ ὅμηρος ἀπο τῶν γινωσκομένων πᾶσι ποιεῖται τὰς ὁμοιώσεις . καταλείπεται τοίνυν τὸ ὄρος σημαίνεσθαι καὶ γὰρ ἀπο τῶν ορῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν . ὡς δ’ ὁτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσηι πυκινὸν νένος- τοι γαρ οὖν καὶ ὅταν λέγει ὡς δ’ ὅτ’ ἀπ’ οὐλυμποιο νἐφος ἔρχεται ἀπο οὐρους σημαίνει ⁑
msA, 16.213r7, commenting on 16.365 αἰθέροι ἐκ δίης τοῦτο ἑκατέροις δύναται προςδίδοσθαι τὸ μέντοι ζήτημα ὁμοίως μἐνει ἀέρος γὰρ πάθη ταῦτα- τάχα οὖν κεῖται ὁ αἰθὴρ αντι τοῦ ἀερός ⁑
msA, 16.213r8, commenting on 16.365 αἰθέρος ἐκ δίης πῶς αἰθέρος τὰ γὰρ πάθη ταῦτα περι τὸν αέρα συμβέβηκε τάχα οὖν συγχεῖται ὁ ἀήρ πρὸς τὸν αἰθέρα ὡς καὶ ἐν τῆι αἵματι μυδαλέας ἐξ αιθέρος καὶ ζεὺς δ’ ἔλαχεν οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέεσσιν οὐ γὰρ αἱ νεφέλαι ἐν τῶι αἰθέρι ⁑
msA, 16.213r9, commenting on 16.371 ἄξαντ’ ἐν πρώτωι ῥυμῶι ὅτι ἀντὶ τού ἄκρωι καὶ οὐχ ὡς δευτέρου ὄντος ῥυμοῦ εἷς γὰρ ἐστι- πρώτηισιν δὲ πύληισιν ἀντι τοῦ ἄκραις ⁑
msAext, 16.213r1, commenting on 16.358 Αἴας
msAil, 16.213r1, commenting on 16.374@τμάγεν καὶ τουτο δια τοῦ ε
msAil, 16.213r2, commenting on 16.377@ὑπαὶ υπο τὰ νέφη- ἠ ὑπο τῶν ἀνέμων ⁑
msAim, 16.213r1, commenting on 16.351 ἐν αλλωι ἄνδρας ἀριστους
msAim, 16.213r2, commenting on 16.353 ουτως αἵ θηλυκῶς αἱ ὀϊες
msAim, 16.213r3, commenting on 16.354 ουτω διὰ τοῦ ε διετμαγεν
msAim, 16.213r4, commenting on 16.374 ὁ κονιορτ
msAint, 16.213r1, commenting on 16.351 βραχὺ διασταλτἐον Δαναοὶ διὰ τὸ ἀπεμφαινον ⁑
msAint, 16.213r2, commenting on 16.372 οὕτως ὡς σφοδρὸν προεἰρηται ⁑