Manuscript msA, page 213v
| prev: 213r | next: 214r |
16.376 ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων .1
16.377 Πάτροκλος δ’ ᾗ πλεῖστον ὀρινόμενον ἴ¨δε λαὸν .1
16.378 τῇ ῥ’ ἔχ’ ὁμοκλήσας . ὑπὸ δ’ άξοσι φῶτες ἔπιπτον
16.379 πρηνέες ἐξ ὀχέων . δίφροι δ’ ἀνακυμβαλίαζον·1, 2, 3
16.380 ἀντικρὺ δ’ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵ¨πποι
16.382 πρόσσω ἱ¨έμενοι . ἐπι δ’ Ἕκτορι κέκλετο θυμὸς·
16.383 ΐετο γὰρ βαλέειν . τὸν δ’ ἔκφερον ὠκέες ἵπποι·
16.384 ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
16.385 ήματ’ ὀπωρινῷ . ὅτε λαβρότατον χέει ὑδωρ
16.386 Ζεὺς , ὅτε δὴ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ .
16.387 οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας·1, 2
16.388 ἐκ δὲ δίκην ἐλάσωσι . θεῶν όπιν οὐκ λέγοντες .
16.389 τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες·
16.390 πολλὰς δὲ κλιτῦ`ς τότ’ ἀποτμήγουσι χαράδραι .1, 2, 3
16.391 ἐς δ’ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι .
16.392 ἐξ ορέων ἐπικάρ . μινύθει δέ τε ἔργ’ ἀνω¯ν·1, 2
16.393 ὡς ἵ¨πποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι·
16.394 Πάτροκλος δ’ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας ,
16.395 ὰψ ἐπὶ νῆας έεργε παλιμπετὲς· οὐδὲ πόληος
16.396 εἴᾱ ἱ¨εμένους ἐπιβαινέμεν , ἀλλὰ μεσηγὺ
16.397 νηῶν . καὶ ποταμοῦ . καὶ τείχεος ὑψηλοῖο .
16.398 κτεῖνε μεταΐσσων . πολέων δ’ ἀπετίνυτο ποινήν·
16.399 ἔνθ’ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ1
16.400 στέρνον γυμνωθέντα παρ’ ἀσπίδα . λῦσε δὲ γυῖα·
msA, 16.213v1, commenting on 16.379 πρηνέες ἐξ οχέων- οὕτως Ἀρίσταρχος ἀνακυμβαλίαζον δια τοῦ α οὐ γὰρ ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρα τοῖς Ἴωσιν ⁑
msA, 16.213v2, commenting on 16.390 πολλὰς δὲ κλιτὺς- ἐχρῆν μὲν δια τὸ κλιτύας οὐρῆας περισπᾶσθαι τὸ κλιτὺς ἀνεγνώσθη δὲ κατ οξεῖαν τάσιν ἐν εγκλίσει ὁμοίως τῷ κνημίδας ῥαπτὰς δέδετο γραπτῦς ἀλέεινων : σχο ἐν μέντοι τῇ φανερῶς τὸ γραπτῦς περισπᾷ καὶ φησὶν , ὅτι εἰη εἰρηκὼς ὡς καὶ τὸ κλιτῦς δεῖ περισπᾶσθαι ἀμφίβολος οὖν ἐφεκατέρων ὁ τόνος . εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν ἐκεῖνο ἀνθέλκει . εἰ δὲ ἐκείνοις τοῦτο πάλιν ἀντίκειται ⁑
msA, 16.213v3, commenting on 16.390 χαράδραι . προ τέλους ἡ ὀξεῖα ὡς φαρέτραι προεἴρηται δὲ τὰ τῆς ἀναλογίας , οὕτως δὲ καὶ Ἀρισταρχος ⁑
msA, 16.213v4, commenting on 16.392 ἐξ ορέων ἐπικαρ : ὅτι ἐπικαρα ἐστι κατ’ ἀποκοπήν . σημαίνει δὲ τὴν ἄνωθεν καταφορὰν τοῦ ὕδατος- οὐ λέγει δὲ ὁ ποιητής ποτὲ κάρα . ἀλλα κάρη . αὐτὸ δὲ τὸ κάρη τοῦ καρὴνος ἐστιν ἀποκοπή τα γαρ εἰς η οὐδέτερα ἠ δυϊκα ἐστιν ἢ πληθυντικά .
msAext, 16.213v1, commenting on 16.379 ἀνεκυμ
msAext, 16.213v2, commenting on 16.387 περὶ αδικίας κριτῶν
msAil, 16.213v1, commenting on 16.392@κάρ ἐπι κεφαλήν ⁑
msAim, 16.213v1, commenting on 16.376 ἐν αλλῳ ἄψορρον προτι άστυ ελιχθέντων ὑπ Ἀχαιῶν ⁑
msAim, 16.213v2, commenting on 16.379 ουτως Ἀρισταρχος ἄλλοι δὲ ἀνεκυμβαλίαζον
msAim, 16.213v3, commenting on 16.390 αἱ αποκλίσεις τῶν ὀρῶν ⁑
msAim, 16.213v4, commenting on 16.399 ἐν αλλῷ βάλε ποιμενα λαῶν
msAim, 16.213v5, commenting on 16.401 ότι ὡς περι αλλον επήνεγκεν ὁ δε Θέστορα τοῦ λόγου ὄντος περι τοῦ αὐτοῦ ⁑
msAint, 16.213v1, commenting on 16.387 ὅτι ἀντὶ τοῦ δίκας ⁑
msAint, 16.213v2, commenting on 16.401 ὅτι ὡς περι ἄλλου ἑπήνεγκε ὁ δὲ Θέστορα τοῦ λόγου οντος περὶ τοῦ αυτοῦ ⁑