Manuscript msA, page 214r
| prev: 213v | next: 214v |
16.402 δεύτεροσ ὁρμηθείς . ὁ μὲν ἐϋ ξέστῳ ἐνί δίφρῳ1
16.403 ἧστο ἀλεὶς , ἐκ γὰρ πλήγη φρένας , ἐκ δ’ ἄρα χειρῶν1, 2
16.404 ηνία ἠΐχθησαν . ὁ δ’ἔγχεϊ νύξε παραστὰς
16.405 γναθμὸν δεξιτερόν , δια δ’ αὐτοῦ πεῖρεν ὀδόντων·
16.406 ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος , ὡς ὅτε τις . φῶς1
16.407 πέτρῃ ἐπὶ προβλῆτι καθήμενος ϊ῾ερὸν ϊ᾿χθύ`ν1, 2
16.408 ἐκ πόντοιο θύραζε λίνῳ καὶ ήνοπι χαλκῷ·1
16.409 ώς ἕλκ’ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ·
16.410 κάδ δ’ ὰρ’ ἐπι στόμ’ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός·
16.411 αὐτὰρ ἔπειτ’ Εὐρυαλον ἐπεσσύμενον βάλε πέτρῳ
16.412 μέσσην κακ κεφαλήν· ἡ δ’ ἄνδιχα πᾶσα κεάσθη
16.413 ἐν κόρυθι βριαρῇ· ὁ δ’ ἄρα πρηνὴς ἐπι γαίῃ
16.414 κάππεσεν , ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής·
16.415 αὐτὰρ ἔπειτ’ Ἐρύμαντα καὶ Ἀμφοτερὸν . καὶ Ἐπάλτην .1
16.416 Τληπόλεμόν τε Δαμαστορίδην . Ἐχίον τε . Πύριν τε .
16.417 Ϊ᾿φέα τ’ . Εὔιππόν Ϊ᾿φέα τε . καὶ Ἀργεάδην Πολύμηλον .
16.418 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ·
16.419 Σαρπηδὼν δ’ ὡς οὖν ΐ᾿δ’ ἀμιτροχίτωνας ἑταίρους1
16.420 χὲρσ’ ὑπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας
16.421 κέκλετ’ ὰρ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν ·
16.422 αἰδὼς ὦ Λύκιοι . πόσε φεύγετε . νῦν θοοὶ ἔστε .
16.423 ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος . ὄφρα δαείω
16.424 ὅς τις ὅδε κρατέει . καὶ δὴ κακὰ πολλὰ ἔοργε
16.425 Τρῶας . ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν .
16.426 Ἦ ῥα . καὶ ἐξ οχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε .
msA, 16.214r1, commenting on 16.402 δεύτερον ορμηθείς . οὐ στικτέον μετα τὸ ορμηθεὶς . ἀλλα διἀσταλτέον ἐπαναλαμβάνει γὰρ γίνεται οὖν τὸ ἑξῆς οὕτως ὁδὲ Θέστορα ήνοπος ὑὸν δεύτερον ορμηθεὶς ἔγχεϊ νύξε παραστάς ⁑
msA, 16.214r2, commenting on 16.403 ἧστο ἁλεὶς ἐκ γὰρ πλήγη , ὅτι τὸ ἐκ γὰρ πλήγη , ἀντι τοῦ ἐξεπλάγη γὰρ κατα μετάληψιν τοῦ η εἰς τὸ α ⁑
msA, 16.214r3, commenting on 16.407 ἱερὸν ϊχθὺν , ἤτοι μέγαν , ἠ Ποσειδῶνος , ἠ τὸν ἄνετον δια τὸ μὴ πεπτωκέναι ὑπο χρήσιν τὴν ἀπο τῶν ἰχθύων τροφὴν ἐπι τῶν ἡρώων μή τι γε κατα τὸ σπάνιον δι ανάγκην λιμοῦ ⁑
msA, 16.214r4, commenting on 16.407 πετρη ἐπι προβλητι- ὅτι οὐκ ἐπί τι εῖδος ἰχθύος φερόμενος εἴρηκεν ἵερὸν ἰχθῦν καθάπερ τινὲς ἀποδεδώκασι τὸν πομπιλον . οἱ δὲ τὸν κάλλιχθυν . ἀλλα κοινότερον τὸν ἄνετον καὶ εὐτραφῆ ὡς ἱερὸν βοῦν λέγομεν τὀν ἀνιμένον ⁑
msA, 16.214r5, commenting on 16.408 ἐκ πόντοιο θύραζε λίνῳ- αἱ γὰρ ορμίαι λιναι περι ἃς ῆπτον συρίγγια κεράτινα ἵνα μὴ ἀπο τρόγωσιν οἱ ἰχθύες τὸ λίνον ⁑
msA, 16.214r6, commenting on 16.415 ἀμφοτερὸν εἰς διαστολήν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ Ἀρίσταρχος ὡς δεξιτερον καὶ ἐπείσθησαν οἱ γραμματικοί . περι δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ετέροις ἡμῖν εἴρηται ⁑
msAim, 16.214r1, commenting on 16.406 ἕλκε χωρὶς τοῦ ϊ Ἀρισταρχος καὶ ἑξῆς ὡς ἑλκ’ ἐκ δίφροιο ⁑
msAim, 16.214r2, commenting on 16.419 τοὺς χιτωνας μὲν ἔχοντας , τὰς δε μίτρας μὴ εζωσμένας ⁑
msAint, 16.214r1, commenting on 16.403 συστραφείς