Manuscript msA, page 214v
| prev: 214r | next: 215r |
No texts matching urn:cts:greekLit:tlg0012.tlg001:
msA, 16.214v1, commenting on 16.428 οἱ δ’ὥστ’ αἰγυπιοὶ γαμψώνυχεσ ἄκρωσ τὸ ὀμοίωμα παρετήρησεν , οὐ γὰρ ἀφανῶς συμβάλλει τὰ ζῷα ταῦτα ἐς μάχην φησὶ γοὖν καὶ ἀλεξανδρος ὁ μύνδιος μετα βοῆς ἐπι πετρῶν ταύτα μάχεσθαι ⁑
msA, 16.214v2, commenting on 16.430 ὡς ει κεκληγόντες ὡς λέγοντές ἀπο ευθεἰας ἐνικῆς τῆς εἰς ν κεκλήγων . ἔθος δὲ τῳ ποιητῃ οὕτως σχηματίζειν ⁑
msA, 16.214v3, commenting on 16.432 ἤρην δἐ προσέειπεν ὁτι ζηνόδοτος καθόλου περιγράφει ομιλίαν τοῦ Διὸς καὶ τῆς Ἥρας οὐκ αιστόμενος ὁτι πολλὰ κατα συμπέρασμα λέγει ὁ ποιητης σιωπωμένος γεγονότα καὶ οὐ δεόν ἐπιζητεῖν πῶς εἰ μικρον ἔμπροσθεν ἐπι τὸν Όλυμπον παρακεχωρηκυῖα , νῦν ἐπι τῆς Ἴδης εστιν
msA, 16.214v4, commenting on 16.436 ἤ μιν ζωὸν ἐόντα τὸ μὲν πρῶτον η ὀξυτονητέον- τὸν δὲ δεύτερον περισπαστέον ἡ ἠδη χείρεσσιν ⁑
msA, 16.214v5, commenting on 16.445 αἴ κε ζῶν οὕτως ζὼν αἱ Ἀρισταρχου ἀπ ἐυθείας τῆς ζώς τὸν ζὼν ἐφίηκε ζὼς ἀμεμηνὸς ἔα ⁑
msA, 16.214v6, commenting on 16.445 ὃν δὲ δόμον δὲ τὸ ὄν δε εἴτε ἔχει παρέλκοντα τὸν δὲ σύνδεσμον , εἴτε ὅμοιο ἐστι τὸ οἶκονδὲ ἀντι τοῦ εἰς οἰκον , πάλιν ἐν τῇ συντάξει βαρυτονηθήσεται ὡς ἐν τῷ αγρὸνδὲ προΐαλλε ὥστε περισσὴ ἡ ὀξεία ἐν τῇ ὄν αἱτιατικῇ κατα τὴν σύντατειν ⁑
msAext, 16.214v1, commenting on 16.445 αἰ κε ζωὸν
msAext, 16.214v2, commenting on 16.450 ἀλλ’ εἴτοι φιλος εστι
msAim, 16.214v1, commenting on 16.430 ἐν τη ἕτερη τῶν αρισταρχου κεκληγῶτες ⁑
msAim, 16.214v2, commenting on 16.445 ουτ ἀρισταρχος μονοσυλλάβως ζῶν ἄλλοι δέ ζωὸν ⁑
msAim, 16.214v3, commenting on 16.450 αρίσταρχος φιλοσ εστι αλλοι δὲ φίλον εστι ⁑
msAint, 16.214v1, commenting on 16.432 αἱμομικτου διὸς ἀνασκαφῇ τὰ ἕτη ⁑