Manuscript msA, page 215r
| prev: 214v | next: 215v |
16.452 χὲρσ’ ὑπο Πατρόκλοιο Μενοιτιάδᾱο δαμῆναι·
16.453 αὐτὰρ ἐπει δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών .1
16.454 πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον1
16.455 εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ΐκωνται ,1
16.456 ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε έται τε1
16.457 τύμβῳ τε στήλῃ τε . τὸ γὰρ γέρας ἐστὶ θανόντων·
16.458 Ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
16.459 αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε .1
16.460 παῖδα φίλον τιμῶν . τόν οἱ Πάτροκλος ἔμελλε
16.461 φθίσειν ἐν Τροίῃ ἐριβώλακι . τηλόθι πάτρης·
16.462 Οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ΐόντες .
16.463 ἔνθ’ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον .1, 2
16.464 ὅς ῥ’ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος ,
16.465 τὸν βάλε . νείαιραν κατὰ γαστέρα . λῦσε δὲ γυῖα·
16.466 Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
16.467 δεύτερος ὁρμηθεὶς , ὁ δὲ Πήδασον ούτασεν ἵππον1
16.468 ἔγχεϊ . δεξιὸν ὦμον . ὃ δ’ ἔβραχε θυμὸν ἀΐσθων·1, 2
16.469 καδ δ’ έπεσ’ ἐν κονίῃσι μακὼν . ἀπο δ’ ἔπτατο θυμός .1
16.470 τὼ δὲ διαστήτην , κρίκε δὲ ζυγὸν . ἡνία δέ σφι1
16.471 σύγχυτ’ . ἐπειδὴ κεῖτο παρήορος ἐν κονίῃσι·1
16.472 τοῖο μὲν Αὐτομέδων δουρὶκλυτὸς εύρετο τέκμωρ .
16.473 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ .
16.474 ἀΐξας ἀπέκοψε παρήορον , οὐδ’ εμάτησε·
16.475 τὼ δ’ ΐθυνθήτην . ἐν δὲ ῥυτῆρσι τάνυσθεν·
16.476 τὼ δ’ αῦτις συνίτην ἔριδος πέρι θυμοβόροιο1
msA, 16.215r1, commenting on 16.454 ‡πέμπειν μιν θάνατόν τε : ὅτι σαφῶς νήδυμον μετὰ τοῦ ν καὶ ἐπι τῶν ἀμφιβόλων ἄρα τόπων σὺν τῷ ν ἐκληπτέον , καὶ ὅτι τῷ ἀπαρεμφάτῳ κέχρηται , ἀντι προστακτικοῦ τοῦ πέμπε ⁑
msA, 16.215r2, commenting on 16.463 ἔνθ’ ἥτοι Πάτροκλος : πάλιν δια μέσου ὁ ἑξῆς στίχος καὶ κατ επανάληψιν εἶπε τὸν βάλε νείαιραν . ὥστε εἶναι τὸ ἕξῆς ἀγαθὸν Θρασύδημον βάλε νείαιραν ⁑
msA, 16.215r3, commenting on 16.466-467 Σαρπηδῶν δ’αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῶ : δεύτερον ορμηθεὶς ὀ δὲ Πήδασσον ⁑ δοκεῖ δια τούτων συγχεῖσθαι ἡ διαφορᾶ τοῦ βαλεῖν . καὶ οῦτασαι βέβληται γὰρ ὁ Πήδασος καὶ μή ποτε γραφή τις ἐφέερτο δι’ ῆς τὸ τῆς λέξεως σύνηθες ἐφύλασσεν ὅμρ . οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος ἀφῆκεν ἐν τοίνυν τῇ Φιλήμνοσος οὕτως ἐφέρετο ὁ δὲ Πήδασον ἤλαασεν ἵππον ἔστιν γὰρ ὅτε ἐπι τῆς πληγῆς τὸ ἤλασεν κεῖται ὡς ἐπι τοῦ Ἀρήτου καὶ καὶ βάλεν Ἀρήτοιο εἶτα νειαίρῃ δ’ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν δια μέντοι τοῦ ν γραπτέον τὸ δεύτερον ὁρμηθείς ⁑
msA, 16.215r4, commenting on 16.467 δεύτερον ὁρμηθείς . ὅτι ἐπαναλήξεως τὸ ἄρθρον εἴληφε κατα τοῦ αυτοῦ προσώπου , καὶ οὐ περι ἑτέρου λέγει , ἀντι τοῦ Πήδασον δὲ οὔτασε . καὶ ὅτι δοκεῖ συφκεχύσθαι τὸ ούτασε βεβλήκει γὰρ τὸ δόρυ ⁑
msAil, 16.215r1, commenting on 16.456@χύσουσι θάψουσι
msAil, 16.215r2, commenting on 16.459@ψιάδας δρόσους
msAil, 16.215r3, commenting on 16.468@ἀϊσθων αλγῶν ἐκπνέων
msAil, 16.215r4, commenting on 16.469@μακὼν μυκησάμενοι
msAil, 16.215r5, commenting on 16.470@κρίκε ήχησεν-
msAil, 16.215r6, commenting on 16.471@παρήορος ὁ ἐξω τοῦ ζυγοῦ ἵππος
msAil, 16.215r7, commenting on 16.476@συνήτην Πάτροκλος καὶ Σαρπηδών
msAim, 16.215r1, commenting on 16.453 ἐν αλλῳ- ἐπὴν δὴ τότε
msAim, 16.215r2, commenting on 16.455 ἐν άλλῳ ΐκοιτο ⁑
msAint, 16.215r1, commenting on 16.463 ἐν αλλῳ Θρασύδημον ⁑
msAint, 16.215r2, commenting on 16.468 βαρυστονητέον ὡς ἔσθων καὶ εἴρηται ὅτι ὁμοιως ἐγενετο τῷ βιβάσθων ⁑