Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 215v

Manuscript msA, page 215v

image

prev: 215r next: 216r

Iliad text

16.477 Ἔνθ’ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ-image

16.478 Πατρόκλου δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴimage

16.479 ἔγχεος , οὐδ’ ἔβαλ’ αὐτόν , ὁ δ’ ὕστερος ὤρνυτο χαλκῷimage

16.480 Πάτροκλος . τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρὸς .image

16.481 ἀλλ’ ἔβαλ’ ἔνθ’ άρα τε φρένες έρχαται ἀμφ’ αδινὸν κῆρ-image1

16.482 ήριπε δ’ ὡς ὅτε τις δρῦς ήριπεν ὴ ἀχερωῒςimage1

16.483 ἠὲ πίτυς βλωθρὴ . τήν τ’ οὔρεσι τέκτονες ἄνδρεςimage1

16.484 ἐξέταμον πελέκεσσι , νεήκεσι , νήϊον εἶναι·image

16.485 ὡς ὃ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς .image

16.486 βεβρυχὼς , κόνιος δεδραγμένος αἱματοέσσης-image

16.487 ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼνimage

16.488 αἴθωνα- μεγάθυμον , ἐν εἰλιπόδεσσι βόεσσι-image1

16.489 ὤλετό τε στενάχων ὑπο γαμφηλῇσι λέοντος .image

16.490 ὡς ὑπο Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάωνimage

16.491 κτεινόμενος μενέαινε , φίλον δ’ ὀνόμηνεν ἑταῖρονimage1, 2

16.492 Γλαῦκε πέπον , πολεμιστὰ μετ’ ἀνδράσι , νῦν σε μάλα χρὴimage1

16.493 αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·image

16.494 νῦν τοι εελδέσθω πόλεμος κακός . εἰ θοός ἐσσι-image

16.495 πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδραςimage

16.496 πάντῃ ἐποιχόμενος . Σαρπηδόνος ἀμφὶμάχεσθαι·image1

16.497 αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρὶ μάρναο χαλκῷ-image1

16.498 σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδοςimage

16.499 ἔσσομαι ἤματα πάντα διαμπερὲς , εἴ κέ μ’ Ἀχαιοὶimage1

16.500 τεύχεα συλήσωσι , νεῶν ἐν αγῶνι πεσόντα .image1

16.501 ἀλλ’ ἔχεο κρατερῶς , ότρυνε δὲ λαὸν ἅπαντα .image

Scholia text

msA, 16.215v1, commenting on 16.482 αχερωῒς δένδρον ὃ καλεῖται λεύκη ἔνιοι δε φηγοῦ εῖδος εῖπον αὐτήν ⁑image

msA, 16.215v2, commenting on 16.481 αλλ’ έβαλ’ ὅτι σαφῶς δὶα τοῦ ἔβαλε σημαίνει τὸ ἔτυχεν εἰς εκεῖνον τὸν τόπον ὅπου αἱ φρένες εγκαθειργμεναι εἰσὶ περι τὴν τυχην ⁑image

msA, 16.215v3, commenting on 16.483 τήν τ’ ούρεσιν τεκτονες . Ἀρίσταρχος κατ ιδιαν τὸ οὔρεσι καὶ τὸ τέκτονες , Νικιας δὲ συνθώτως ἀν ἐγνω οὐκ αναγκαιον δὲ ⁑image

msA, 16.215v4, commenting on 16.491 κτεινόμενος μενέαινε- ὅτι τὸ μενέαινεν ἔνθα δε μὲν ἐλιποθύμει . ἐν ἄλλοις δὲ προεθυμεῖτο ὡς τὸ μενέαινε κῦδος ἀρέσθαι ἠ εθυμοῦτο ⁑image

msA, 16.215v5, commenting on 16.492 Γλαυκε πέπον πολεμιστα μετ’ ανδρασιν . τὸ μετ ανδράσι , ἑκατέρῳ δύναται προσδίδοσθαι- εἰ μὲν οὖν τοῖς ἀνω ἐσται πολεμιστὴν αὐτον ἐν τοῖς ἀνδρειοτάτοις λέγων- εἰ δὲ τοῖς ἑξῆς , καὶ αὐτὸ χρῄζει τινὰ λόγον . βέλτιον δε τοῖς ἄνω- μάλλον γὰρ εὔφωνον τε καὶ ἐμφατικόν ἐστι τὸ οὕτως ἄρξασθαι- νῦν σε μαλα χρην . καὶ νῦν σοι ἐελπέσθω ⁑image

msA, 16.215v6, commenting on 16.496 πάντηι ἐποιχόμενος ὅτι ἤτοι ἀπέστροφε τὸν λόγον ὡς περι ετέρου λέγω Σαρπηδόνος ἀντι εμοῦ . ἠ ἐλείπει τὸ τάδε λέγῶν . και τὸ ἀπαρέμφατον ἀντι προστακτικου κεῖται ἱν’ ᾖ ὄτρυνον Λυκιων ἡγήτορας ἄνδρας τάδε λέγων Σαρπηδόνος ἀμφιμάχεσθαι ⁑image

msA, 16.215v7, commenting on 16.497 ἐμεῦ περι μάρναο δύναται ἀναστρέφεσθαι ἥ περι ἵνα τοιοῦτο τι ᾖ περι εμοῦ μάχου . δύναται δὲ καὶ ὡς ὁ Ἀσκαλωνίτης ἀξιοῖ φυλασσειν τὸν τόνον ἀντι τοῦ ὑπὲρ κειμένη ἀντι τοῦ ὑπερμάχει- εἴρηται δὲ περι τῶν ἐναλλασοντῶν πρό θέσεων ὡς φυλασουσι τοὺς αὐτοὺς τόνους ⁑image

msA, 16.215v8, commenting on 16.500 τεύχεα συλήσωσι νεῶν ἐν αγῶνι- ὅτι νέον ἀγῶνα τὸ ἄθροισμα τὸ ναυσταθμον . καὶ ἐν ἄλλοις εῖπε δύσονται αγῶνα τὴν συναγωγην τῶν θεῶν ⁑image

msAil, 16.215v1, commenting on 16.491@μενέαινε ελιποψύχησε ⁑image

msAim, 16.215v1, commenting on 16.488 δια τοῦ ν ἐν ειλιπόδεσσι αἱ Αρισταρχου ⁑image

msAim, 16.215v2, commenting on 16.499 ἐν αλλῳ κεν Ἀχαιοὶimage